«Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον». Ἰησοῦς Χριστός (Ἰωάν. ιστ΄33).

Κυριακή 6 Αυγούστου 2017

Εὐαγγέλιον τῆς Κυριακῆς τῆς Μεταμορφώσεως τοῦ Σωτῆρος



Κατὰ Ματθαῖον ιζ΄1-9.

1. Καὶ μεθ᾿ἡμέρας ἐξ παραλαμ­βάνει ὁ Ἰησοῦς τὸν Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην τὸν ἀ­δελφὸν αὐτοῦ καὶ ἀναφέρει αὐτοὺς εἰς ὄρος ὑψηλὸν κατ᾿ ἰδίαν· 

2. καὶ μετεμορφώθη ἔμπροσθεν αὐτῶν, καὶ ἔλαμψε τὸ πρόσωπον αὐτοῦ ὡς ὁ ἥλιος, τὰ δὲ ἱμάτια αὐτοῦ ἐγένετο λευκὰ ὡς τὸ φῶς. 

3. Καὶ ἰδοὺ ὤφθησαν αὐτοῖς Μωσῆς καὶ Ἠλίας μετ᾿ αὐτοῦ συλλαλοῦντες. 

4. ἀποκριθεὶς δὲ ὁ Πέτρος εἶπε τῷ Ἰησοῦ· Κύριε, καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι· εἰ θέλεις, ποιήσωμεν ὧδε τρεῖς σκηνάς, σοὶ μίαν καὶ Μωσεῖ μίαν καὶ μίαν Ἠλίᾳ. 

5. ἔτι αὐτοῦ λαλοῦντος ἰδοὺ νεφέλη φωτεινὴ ἐπεσκίασεν αὐτούς, καὶ ἰδοὺ φωνὴ ἐκ τῆς νεφέλης λέγουσα· οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ εὐδόκησα· αὐτοῦ ἀκούετε. 

6. Καὶ ἀ­κούσαντες οἱ μαθηταὶ ἔπεσον ἐπὶ πρόσ­­ωπον αὐτῶν καὶ ἐφοβήθησαν σφόδρα. 

7. Καὶ προσελθὼν ὁ Ἰησοῦς ἥψατο αὐτῶν καὶ εἶπεν· ἐγέρθητε καὶ μὴ φοβεῖσθε. 

8. Ἐπάραντες δὲ τοὺς ὀφθαλμοὺς αὐτῶν οὐδένα εἶδον εἰ μὴ τὸν Ἰησοῦν μόνον. 

9. Καὶ καταβαινόντων αὐτῶν ἀπὸ τοῦ ὄρους ἐνετείλατο αὐτοῖς ὁ Ἰησοῦς λέγων· μηδενὶ εἴπητε τὸ ὅραμα ἕως οὗ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐκ νεκρῶν ἀναστῇ.

Πηγή: Καινὴ Διαθήκη, σελ. 74-75. 

Ἀκρόαση  ἐδῶ 

___________________________________________________________________________________

 Ἀπολυτίκιον τῆς Μεταμορφώσεως

Ἦχος βαρύς.
 Μετεμορφώθης ἐν τῷ ὄρει Χριστὲ ὁ Θεός, 
δείξας τοῖς Μαθηταῖς σου 
τὴν δόξαν σου, καθὼς ἠδυναντο. 
Λάμψον καὶ ἡμῖν τοῖς ἁμαρτωλοῖς, 
τὸ φῶς σου τὸ ἀΐδιον, 
πρεσβείαις τῆς Θεοτόκου, 
φωτοδότα δόξα σοι.
 


Ἀκρόαση ἀπολυτίκιου ἐδῶ