«Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον». Ἰησοῦς Χριστός (Ἰωάν. ιστ΄33).

Σάββατο 20 Ιουλίου 2013

Τοῦ Ἁγίου Ἐνδόξου Προφήτου Ἠλιοῦ τοῦ Θεσβίτου

Ἦχος α' . Γερμανοῦ.
Ἡλίας ὁ ζηλωτής, καὶ τῶν παθῶν αὐτοκράτωρ, 
ἀεροβάτης ἐδέρκετο σήμερον, τῆς παγκοσμίου 
μυητὴς σωτηρίας προχειριζόμενος.
Ὥ δόξης ἀκραιφνοῦς, ἧς ἡξίωται ὁ ὑψιπέτης Προφήτης, 
καὶ Προφητῶν ἐξαίρετον ἐγκαλλώπισμα!
οὗτος γὰρ ἐν σώματι ἄγγελος, καὶ ἄσαρκος ἄνθρωπος
δέδεικται τοῖς κατορθώμασιν. Ὃν ἐπαινούντες εἴπωμεν·
Ἀντιλαβοῦ ἡμῶν σοφέ, ἐν τῇ ἡμέρα τῆς κρίσεως.

Ἦχος β' . Ἰωάννου Μοναχοῦ.
Τὸ ἐξᾶραν ἅρμα σε πυρφόρον, ὡς ἐν συσσεισμῷ εἰς οὐρανούς, 
τὴν πυρίπνοον  χάριν σοι παρέσχετο, Ἠλία Θεσβίτα, 
τοῦ μὴ ἰδεῖν θάνατον, ἕως ἂν κηρύξῃς τὴν τῶν πάντων συντέλειαν· 
διὸ πάρεσο διδοὺς ἡμῖν, τῶν σῶν κατορθωμάτων τὴν μύησιν.

Δόξα. Ἦχος δ'. Ἀρσενίου.
Ἐν πυρίνῳ ἅρματι ἐπιδίφριος ἀρθείς, 
εἰς χώραν φωτοειδῆ μετετέθης, 
ὧ Θεσβῖτα Ἠλιού· 
αἰσχύνης δὲ προφήτας κατήσχυνας.
Ὁ τὸν οὐρανὸν λόγῳ δεσμεύσας,
 ὡσαύτως λῦσον καὶ ἡμῶν τὰ πταίσματα, 
ταῖς πρὸς Κύριον πρεσβείαις σου, 
καὶ σῶσον τὰς ψυχὰς ἡμῶν.

Ἀπολυτίκιον. Ἦχος δ'. Ταχὺ προκατάλαβε. 
Ὁ ἔνσαρκος ἄγγελος, τῶν Προφητῶν ἡ κρηπίς,
ὁ δεύτερος Πρόδρομος τῆς παρουσίας Χριστοῦ, 
Ἠλίας ὁ ἔνδοξος, ἄνωθεν καταπέμψας, 
Ἐλισαίῳ τὴν χάριν, νόσους ἀποδιώκει,
καὶ λεπροὺς καθαρίζει· 
διὸ καὶ τοῖς τιμῶσιν αὐτὸν βρύει ἰάματα.

Πηγή: Μηναῖον Ἰουλίου, σελ.178, 179 & 180