«Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον». Ἰησοῦς Χριστός (Ἰωάν. ιστ΄33).

Κυριακή 24 Δεκεμβρίου 2017

Εὐαγγέλιον τῆς Κυριακῆς τῆς πρὸ Χριστοῦ γεννήσεως

Τῶν Ἁγίων Προπατόρων

Κατὰ Ματθαῖον α΄1-25.

1 Βίβλος γενέσεως Ἰησοῦ Χριστοῦ, υἱοῦ Δαυῒδ, υἱοῦ Ἀβραάμ. 

2 Ἀβραὰμ ἐγέννησεν τὸν Ἰσαάκ, Ἰσαὰκ δὲ ἐγέννησεν τὸν Ἰακώβ, Ἰακὼβ δὲ ἐγέννησεν τὸν Ἰούδαν καὶ τοὺς ἀδελφοὺς αὐτοῦ, 

3 Ἰούδας δὲ ἐγέννησεν τὸν Φαρὲς καὶ τὸν Ζαρὰ ἐκ τῆς Θάμαρ, Φαρὲς δὲ ἐγέννησεν τὸν Ἑσρώμ, Ἑσρὼμ δὲ ἐγέννησεν τὸν Ἀράμ, 

4 Ἀρὰμ δὲ ἐγέννησεν τὸν Ἀμιναδάβ, Ἀμιναδὰβ δὲ ἐγέννησεν τὸν Ναασσών, Ναασσὼν δὲ ἐγέννησεν τὸν Σαλμών,

5 Σαλμὼν δὲ ἐγέννησεν τὸν Βοὸζ ἐκ τῆς Ραχάβ, Βοὸζ δὲ ἐγέννησεν τὸν Ὠβὴδ ἐκ τῆς Ρούθ, Ὠβὴδ δὲ ἐγέννησεν τὸν Ἰεσσαί,

6 Ἰεσσαὶ δὲ ἐγέννησεν τὸν Δαυῒδ τὸν βασιλέα. Δαυῒδ δὲ ἐγέννησεν τὸν Σολομῶντα ἐκ τῆς τοῦ Οὐρίου, 

7 Σολομὼν δὲ ἐγέννησεν τὸν Ροβοάμ, Ροβοὰμ δὲ ἐγέννησεν τὸν Ἀβιά, Ἀβιὰ δὲ ἐγέννησεν τὸν Ἀσά, 

8 Ἀσὰ δὲ ἐγέννησεν τὸν Ἰωσαφάτ, Ἰωσαφὰτ δὲ ἐγέννησεν τὸν Ἰωράμ, Ἰωρὰμ δὲ ἐγέννησεν τὸν Ὀζίαν, 

9 Ὀζίας δὲ ἐγέννησεν τὸν Ἰωάθαμ, Ἰωάθαμ δὲ ἐγέννησεν τὸν Ἀχαζ, Ἀχαζ δὲ ἐγέννησεν τὸν Ἑζεκίαν, 

10 Ἑζεκίας δὲ ἐγέννησεν τὸν Μανασσῆ, Μανασσῆς δὲ ἐγέννησεν τὸν Ἀμών, Ἀμὼν δὲ ἐγέννησεν τὸν Ἰωσίαν, 


11 Ἰωσίας δὲ ἐγέννησεν τὸν Ἰεχονίαν καὶ τοὺς ἀδελφοὺς αὐτοῦ ἐπὶ τῆς μετοικεσίας Βαβυλῶνος. 

12 Μετὰ δὲ τὴν μετοικεσίαν Βαβυλῶνος Ἰεχονίας ἐγέννησεν τὸν Σαλαθιήλ, Σαλαθιὴλ δὲ ἐγέννησεν τὸν Ζοροβάβελ, 

13 Ζοροβάβελ δὲ ἐγέννησεν τὸν Ἀβιούδ, Ἀβιοὺδ δὲ ἐγέννησεν τὸν Ἐλιακείμ, Ἐλιακεὶμ δὲ ἐγέννησεν τὸν Ἀζώρ, 

14 Ἀζὼρ δὲ ἐγέννησεν τὸν Σαδώκ, Σαδὼκ δὲ ἐγέννησεν τὸν Ἀχείμ, Ἀχεὶμ δὲ ἐγέννησεν τὸν Ἐλιούδ, 

15 Ἐλιοὺδ δὲ ἐγέννησεν τὸν Ἐλεάζαρ, Ἐλεάζαρ δὲ ἐγέννησεν τὸν Ματθάν, Ματθὰν δὲ ἐγέννησεν τὸν Ἰακώβ, 

16 Ἰακὼβ δὲ ἐγέννησεν τὸν Ἰωσὴφ τὸν ἄνδρα Μαρίας, ἐξ ἧς ἐγεννήθη Ἰησοῦς ὁ λεγόμενος Χριστός. 

17 Πᾶσαι οὖν αἱ γενεαὶ ἀπὸ Ἀβραὰμ ἕως Δαυῒδ γενεαὶ δεκατέσσαρες, καὶ ἀπὸ Δαυῒδ ἕως τῆς μετοικεσίας Βαβυλῶνος γενεαὶ δεκατέσσαρες, καὶ ἀπὸ τῆς μετοικεσίας Βαβυλῶνος ἕως τοῦ Χριστοῦ γενεαὶ δεκατέσσαρες. 

18 Τοῦ δὲ Ἰησοῦ Χριστοῦ ἡ γένεσις οὕτως ἦν· μνηστευθείσης τῆς μητρὸς αὐτοῦ Μαρίας τῷ Ἰωσήφ, πρὶν ἢ συνελθεῖν αὐτοὺς εὑρέθη ἐν γαστρὶ ἔχουσα ἐκ Πνεύματος ἁγίου. 

19 Ἰωσὴφ δὲ ὁ ἀνὴρ αὐτῆς, δίκαιος ὢν καὶ μὴ θέλων αὐτὴν παραδειγματίσαι, ἐβουλήθη λάθρᾳ ἀπολῦσαι αὐτήν. 

20 ταῦτα δὲ αὐτοῦ ἐνθυμηθέντος ἰδοὺ ἄγγελος Κυρίου κατ' ὄναρ ἐφάνη αὐτῷ λέγων· Ἰωσὴφ υἱὸς Δαυῒδ, μὴ φοβηθῇς παραλαβεῖν Μαριὰμ τὴν γυναῖκά σου, τὸ γὰρ ἐν αὐτῇ γεννηθὲν ἐκ πνεύματός ἐστιν ἁγίου· 

21 τέξεται δὲ υἱὸν καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν, αὐτὸς γὰρ σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν. 

22 Τοῦτο δὲ ὅλον γέγονεν ἵνα πληρωθῇ τὸ ῥηθὲν ὑπὸ τοῦ Κυρίου διὰ τοῦ προφήτου λέγοντος· 

23 Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει καὶ τέξεται υἱόν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ, ὅ ἐστιν μεθερμηνευόμενον Μεθ' ἡμῶν ὁ Θεός. 

24 Διεγερθεὶς δὲ ὁ Ἰωσὴφ ἀπὸ τοῦ ὕπνου ἐποίησεν ὡς προσέταξεν αὐτῷ ὁ ἄγγελος Κυρίου καὶ παρέλαβε τὴν γυναῖκα αὐτοῦ, 

25 καὶ οὐκ ἐγίνωσκεν αὐτὴν ἕως οὗ ἔτεκε τὸν υἱόν αὐτῆς τὸν πρωτότοκον, καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Ἰησοῦν.




Πηγές: Καινὴ Διαθήκη, σελ. 3-6 & myriobiblos.gr

Ἀνάλυση: ἐδῶ &  Ἀκρόαση: ἐδῶ 

Κυριακή τῶν ἁγίων Προπατόρων - Ἅγιος Γρηγόριος ὁ Παλαμᾶς




ἅγιος Γρηγόριος ὁ Παλαμᾶς, στήν ὁμιλία του στήν σημερινή Κυριακή τῶν ἁγίων Προπατόρων[2], ἐπισημαίνει : «Ὅταν ὁ μονογενής Υἱός τοῦ Θεοῦ σαρκώθηκε γιά χάρη μας ἀπό τήν Παρθένο, μέ τήν ἐν σαρκί πολιτεία Του, τελειοποίησε τόν νόμο, ὁ ὁποῖος εἶχε δοθεῖ μέσω τοῦ προφήτου Μωϋσέως[3]. Τόν ὁλοκλήρωσε, δίνοντας τοό νόμο τῆς χάριτος, καί μεταποίησε ἔτσι τόν παλαιό ἐκεῖνο νόμο στή δική μας Ἐκκλησία. Τότε ἐκβλήθηκε τό γένος τῶν Ἑβραίων ἀπό τήν ἱερά Ἐκκλησία καί ἀντί αὐτῶν εἰσαχθήκαμε ἐμεῖς, οἱ ὁποῖοι ἔχουμε ἐκλεγεῖ ἀπό τά ἔθνη. Μᾶς συνένωσε ὁ Κύριος μέ τόν Ἑαυτό Του καί μέ τόν Πατέρα. Μᾶς παραλαμβάνει δηλ. ὡς γνησίους υἱούς καί ἀδελφούς, ἀκόμη δέ - ὤ τῆς ἀνεκφράστου φιλανθρωπίας! – καί γονεῖς δικούς του. Πράγματι, λέει «ὁ ποιῶν τό θέλημα τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς, οὖτος καί ἀδελφός μου καί ἀδελφή μου καί μήτηρ ἐστι»[4].

Συνεχίζει ὁ ἅγιος Γρηγόριος ὁ Παλαμᾶς τήν ὁμιλία του, λέγοντας : «Σήμερα, ὅμως, ἑορτάζουμε στήν Ἐκκλησία τούς προπάτορες, οἱ περισσότεροι ἀπό τούς ὁποίους ἀνῆκαν στό γένος τῶν Ἑβραίων. Γιά ποιό λόγο; Γιά νά μάθουν ὅλοι ὅτι οἱ Ἰουδαῖοι δέν ἀποκηρύχθηκαν καί οἱ ἐθνικοί δέν υἱοθετήθηκαν ἀδίκως οὔτε παραλόγως οὔτε ἀναξίως ἀπό τόν Θεό, ὁ Ὁποῖος πραγματοποιεῖ αὐτά καί τά ρυθμίζει. Ἀλλά, ὅπως ἀκριβῶς ἀπό τούς προσκεκλημένους ἐθνικούς συγκαταλέγονται στούς συγγενεῖς τοῦ Θεοῦ μόνο ὅσοι ὑπακούουν, ἔτσι καί τό γένος τοῦ Ἰσραήλ καί ὅλοι ὅσοι προῆλθαν ἀπό τόν Ἀδάμ μέχρι αὐτή τήν γενεά εἶναι πλῆθος πολύ, ἀληθεῖς ὅμως Ἰσραηλῖτες εἶναι ὅσοι ἀπ’αὐτούς ἔζησαν σύμφωνα μέ τό θέλημα τοῦ Θεοῦ. Αὐτοί μόνο εἶναι ἀληθινοί πατέρες καί προπάτορες, πρῶτον μέν ἐκείνης, πού γέννησε παρθενικῶς κατά σάρκα τόν Θεό τῶν ὅλων, τόν Χριστό, δηλ. τῆς Θεοτόκου, δεύτερον δέ μέσω Αὐτοῦ (τοῦ Χριστοῦ) καί δικοί μας πατέρες καί προπάτορες. Αὐτοί οἱ πατέρες καί προπάτορες δέν ἐξεβλήθησαν βεβαίως ἀπό τήν Ἐκκλησία τοῦ Χριστοῦ, ἀφοῦ ἑορτάζονται σήμερα ἐπισήμως ἀπο’μᾶς, θεωρούμενοι ὡς μέρος τοῦ πληρώματος τῶν Ἁγίων. 

Τήν περιτομή καρδίας ἐν πνεύματι[5] τήν ἔχουν ὅλοι ὅσοι εὐηρέστησαν τόν Θεό καί μ’αὐτήν ἔχουν γίνει ὅλοι ἕνα, παλαιοί καί νέοι, καί οἱ πρίν τόν νόμο καί οἱ μέσα στόν νόμο καί ὅσοι μετά τόν νόμο πολιτεύθηκαν θεαρέστως μέ τό Εὐαγγέλιο τῆς Χάριτος. Ὥστε, ἄν δεῖ κανείς μέ σύνεση τήν οἰκονομία τοῦ Θεοῦ γιά τό ἀνθρώπινο γένος, θά τήν βρεῖ σύμφωνη καί συνεπῆ μέ τόν ἑαυτό της. Ὅπως δηλ. λαμβάνουν τήν χριστιανική ὀνομασία μόνο οἱ ἐπίλεκτοι ἀπό τούς ἐθνικούς, οἱ δέ ἄχρηστοι ἐκβάλλονται, ἔτσι καί στήν περίπτωση ἐκείνων τῶν ἀρχαίων καί τοῦ μετά ἀπό αὐτούς γένους τῶν Ἰουδαίων, προσλαμβάνονται μόνο ὅσοι ἔχουν ἐκλεγεῖ καί μετονομασθεῖ, ἐνῶ καί σ’ ἐκείνους τό ἀχρεῖο πλῆθος ἐκβάλλεται. Ἔτσι, λοιπόν, καί σ’ἐμᾶς πάλι δέν ὑπολογίζονται στό γένος τοῦ Χριστοῦ ὅλοι ὅσοι ὀνομάζονται χριστιανοί, ὅπως ἀκριβῶς ἔγινε μέ τούς Ἰσραηλῖτες, ἀλλά ἐκεῖνοι, οἱ ὁποῖοι ζοῦν σύμφωνα μέ τό θέλημα τοῦ Χριστοῦ καί τηροῦν τίς ἐντολές Του καί ἀναπληροῦν τίς παραλείψεις τους μέ τήν μετάνοια».

Καί καταλήγει τήν ὁμιλία του ὁ ἅγιος Γρηγόριος ὁ Παλαμᾶς, ρωτῶντας : «Ποιοί εἶναι, λοιπόν, οἱ υἱοί τῆς Βασιλείας, πού ἐκβάλλονται στό σκότος; Εἶναι ἐκεῖνοι, πού ἔχουν μέν τήν ὁμολογία τῆς πίστεως, μέ τά ἔργα ὅμως ἀρνοῦνται τόν Θεό καί εἶναι βδελυκτοί ὡς ἀπειθεῖς καί ἀδόκιμοι γιά κάθε ἀγαθό ἔργο. Ποιοί εἶναι αὐτοί, πού ἀπολαμβάνουν μαζί μέ τόν Ἀβραάμ, τόν Ἰσαάκ καί τόν Ἰακώβ τό Δεῖπνο τῆς Βασιλείας τῶν Οὐρανῶν; Ὅσοι ἀκολουθοῦν μέ πίστη εἰλικρινῆ τόν νόμο καί τή διδασκαλία τοῦ Πνεύματος καί ἀποδεικνύουν τήν πίστη μέ τά ἔργα τους»[6].   

Ἅγιος Γρηγόριος ὁ Παλαμᾶς

Ἐπιμέλεια κειμένου: π. Ἄγγελος Ἀγγελακόπουλος

Κυριακή 17 Δεκεμβρίου 2017

Εὐαγγέλιον τῆς Κυριακῆς ΙΑ΄ Λουκᾶ

Ἡ παραβολὴ τοῦ μεγάλου Δείπνου

Κατὰ Λουκᾶν ιδ΄16-24 & Ματθαῖον κβ΄14.

16 ὁ δὲ εἶπεν αὐτῷ· Ἄνθρωπός τις ἐποίησε δεῖπνον μέγα, καὶ ἐκάλεσε πολλούς· 

17 καὶ ἀπέστειλε τὸν δοῦλον αὐτοῦ τῇ ὥρᾳ τοῦ δείπνου εἰπεῖν τοῖς κεκλημένοις· ἔρχεσθε, ὅτι ἤδη ἕτοιμά ἐστι πάντα. 

18 καὶ ἤρξαντο ἀπὸ μιᾶς παραιτεῖσθαι πάντες, ὁ πρῶτος εἶπεν αὐτῷ· ἀγρὸν ἠγόρασα, καὶ ἔχω ἀνάγκην ἐξελθεῖν καὶ ἰδεῖν αὐτόν· ἐρωτῶ σε, ἔχε με παρῃτημένον. 

19 καὶ ἕτερος εἶπε· ζεύγη βοῶν ἠγόρασα πέντε, καὶ πορεύομαι δοκιμάσαι αὐτά· ἐρωτῶ σε, ἔχε με παρῃτημένον. 

20 καὶ ἕτερος εἶπε· γυναῖκα ἔγημα, καὶ διὰ τοῦτο οὐ δύναμαι ἐλθεῖν. 

21 καὶ παραγενόμενος ὁ δοῦλος ἐκεῖνος ἀπήγγειλε τῷ κυρίῳ αὐτοῦ ταῦτα. τότε ὀργισθεὶς ὁ οἰκοδεσπότης εἶπε τῷ δούλῳ αὐτοῦ· ἔξελθε ταχέως εἰς τὰς πλατείας καὶ ῥύμας τῆς πόλεως, καὶ τοὺς πτωχοὺς καὶ ἀναπήρους καὶ χωλοὺς καὶ τυφλοὺς εἰσάγαγε ὧδε. 

22 καὶ εἶπεν ὁ δοῦλος· κύριε, γέγονεν ὡς ἐπέταξας, καὶ ἔτι τόπος ἐστί. 

23 καὶ εἶπεν ὁ Κύριος πρὸς τὸν δοῦλον· Ἔξελθε εἰς τὰς ὁδοὺς καὶ φραγμοὺς καὶ ἀνάγκασον εἰσελθεῖν, ἵνα γεμισθῇ ὁ οἶκός μου. 

24 λέγω γὰρ ὑμῖν ὅτι οὐδεὶς τῶν ἀνδρῶν ἐκείνων τῶν κεκλημένων γεύσεταί μου τοῦ δείπνου.

14 πολλοὶ γάρ εἰσι κλητοὶ, ὀλίγοι δὲ ἐκλεκτοί


Πηγές: Καινὴ Διαθήκη, σελ. 307-309 & 96 & myriobiblos.gr

Ἀνάλυση: ἐδῶ &  Ἀκρόαση: ἐδῶ 

Λιμάνια πνευματικὰ οἱ ναοί - Ἅγιος Ἰωάννης ὁ Χρυσόστομος


Μὲ λιμάνια μέσα στὸ πέλαγος μοιάζουν οἱ ναοί, ποὺ ὁ Θεὸς ἐγκατέστησε στὶς πόλεις· πνευματικὰ λιμάνια, ὅπου βρίσκουμε ἀπερίγραπτη ψυχικὴ ἠρεμία ὅσοι σ᾿ αὐτὰ καταφεύγουμε, ζαλισμένοι ἀπὸ τὴν κοσμικὴ τύρβη. Κι ὅπως ἀκριβῶς ἕνα ἀπάνεμο κι ἀκύμαντο λιμάνι προσφέρει ἀσφάλεια στὰ ἀραγμένα πλοῖα, ἔτσι καὶ ὁ ναὸς σῴζει ἀπὸ τὴν τρικυμία τῶν βιοτικῶν μεριμνῶν ὅσους σ᾿ αὐτὸν προστρέχουν καὶ ἀξιώνει τοὺς πιστοὺς νὰ στέκονται μὲ ἀσφάλεια καὶ ν᾿ ἀκοῦνε τὸ λόγο τοῦ Θεοῦ μὲ γαλήνη πολλή.


Ὁ ναὸς εἶναι θεμέλιο τῆς ἀρετῆς καὶ σχολεῖο τῆς πνευματικῆς ζωῆς. Πάτησε στὰ πρόθυρά του μόνο, ὁποιαδήποτε ὥρα, κι ἀμέσως θὰ ξεχάσεις τὶς καθημερινὲς φροντίδες. Πέρασε μέσα, καὶ μία αὔρα πνευματικὴ θὰ περικυκλώσει τὴν ψυχή σου. Αὐτὴ ἡ ἡσυχία προξενεῖ δέος καὶ διδάσκει τὴ χριστιανικὴ ζωὴ· ἀνορθώνει τὸ φρόνημα καὶ δὲν σὲ ἀφήνει νὰ θυμᾶσαι τὰ παρόντα· σὲ μεταφέρει ἀπὸ τὴ γῆ στὸν οὐρανό. Κι ἂν τόσο μεγάλο εἶναι τὸ κέρδος ὅταν δὲν γίνεται λατρευτικὴ σύναξη, σκέψου, ὅταν τελεῖται ἡ Λειτουργία καὶ οἱ προφῆτες διδάσκουν, οἱ ἀπόστολοι κηρύσσουν τὸ Εὐαγγέλιο, ὁ Χριστὸς βρίσκεται ἀνάμεσα στοὺς πιστούς, ὁ Θεὸς Πατέρας δέχεται τὴν τελούμενη θυσία, τὸ Ἅγιο Πνεῦμα χορηγεῖ τὴ δική Του ἀγαλλίαση, τότε λοιπόν, μὲ πόση ὠφέλεια πλημμυρισμένοι δὲν φεύγουν ἀπὸ τὸ ναὸ οἱ ἐκκλησιαζόμενοι;


Στὴν ἐκκλησία συντηρεῖται ἡ χαρὰ ὅσων χαίρονται· στὴν ἐκκλησία βρίσκεται ἡ εὐθυμία τῶν πικραμένων, ἡ εὐφροσύνη τῶν λυπημένων, ἡ ἀναψυχὴ τῶν βασανισμένων, ἡ ἀνάπαυση τῶν κουρασμένων. Γιατί ὁ Χριστὸς λέει: «Ἐλᾶτε σ᾿ ἐμένα ὅλοι ὅσοι εἶστε κουρασμένοι καὶ φορτωμένοι μὲ προβλήματα, κι ἐγὼ θὰ σᾶς ἀναπαύσω» (Ματθ. 11:28). Τί πιὸ ποθητὸ ἀπ᾿ αὐτὴ τὴ φωνή; Τί πιὸ γλυκὸ ἀπὸ τούτη τὴν πρόσκληση; Σὲ συμπόσιο σὲ καλεῖ ὁ Κύριος, ὅταν σὲ προσκαλεῖ στὴν ἐκκλησία· σὲ ἀνάπαυση ἀπὸ τοὺς κόπους σὲ παρακινεὶ· σὲ ἀνακούφιση ἀπὸ τὶς ὀδύνες σὲ μεταφέρει. Γιατὶ σὲ ξαλαφρώνει ἀπὸ τὸ βάρος τῶν ἁμαρτημάτων. Μὲ τὴν πνευματικὴ ἀπόλαυση θεραπεύει τὴ στενοχώρια καὶ μὲ τὴ χαρὰ τὴ λύπη.

Ἅγιος Ἰωάννης ὁ Χρυσόστομος 

Κυριακή 10 Δεκεμβρίου 2017

Εὐαγγέλιον τῆς Κυριακῆς Ι΄ Λουκᾶ


Ἡ θεραπεία τῆς συγκυπτούσης γυναικός


Κατὰ Λουκᾶν, ιγ΄ 10-17.
10 Ἦν δὲ διδάσκων ἐν μιᾷ τῶν συναγωγῶν ἐν τοῖς σάββασι. 

11 καὶ ἰδοὺ γυνὴ ἦν πνεῦμα ἔχουσα ἀσθενείας ἔτη δέκα καὶ ὀκτώ, καὶ ἦν συγκύπτουσα καὶ μὴ δυναμένη ἀνακύψαι εἰς τὸ παντελές. 

12 ἰδὼν δὲ αὐτὴν ὁ Ἰησοῦς προσεφώνησε καὶ εἶπεν αὐτῇ· Γύναι, ἀπολέλυσαι τῆς ἀσθενείας σου· 

13 καὶ ἐπέθηκεν αὐτῇ τὰς χεῖρας· καὶ παραχρῆμα ἀνωρθώθη καὶ ἐδόξαζε τὸν Θεόν. 

14 ἀποκριθεὶς δὲ ὁ ἀρχισυνάγωγος, ἀγανακτῶν ὅτι τῷ σαββάτῳ ἐθεράπευσεν ὁ Ἰησοῦς, ἔλεγε τῷ ὄχλῳ· Ἓξ ἡμέραι εἰσὶν ἐν αἷς δεῖ ἐργάζεσθαι· ἐν ταύταις οὖν ἐρχόμενοι θεραπεύεσθε, καὶ μὴ τῇ ἡμέρᾳ τοῦ σαββάτου. 

15 ἀπεκρίθη οὖν αὐτῷ ὁ Κύριος καὶ εἶπεν· Ὑποκριτά· ἕκαστος ὑμῶν τῷ σαββάτῳ οὐ λύει τὸν βοῦν αὐτοῦ ἢ τὸν ὄνον ἀπὸ τῆς φάτνης καὶ ἀπαγαγὼν ποτίζει; 

16 ταύτην δὲ, θυγατέρα Ἀβραὰμ οὖσαν, ἣν ἔδησεν ὁ σατανᾶς ἰδοὺ δέκα καὶ ὀκτὼ ἔτη, οὐκ ἔδει λυθῆναι ἀπὸ τοῦ δεσμοῦ τούτου τῇ ἡμέρᾳ τοῦ σαββάτου; 

17 καὶ ταῦτα λέγοντος αὐτοῦ κατῃσχύνοντο πάντες οἱ ἀντικείμενοι αὐτῷ, καὶ πᾶς ὁ ὄχλος ἔχαιρεν ἐπὶ πᾶσι τοῖς ἐνδόξοις τοῖς γινομένοις ὑπ' αὐτοῦ.
 
Πηγές: Καινὴ Διαθήκη, σελ. 302-303 & myriobiblos.gr

Ἀνάλυση: ἐδῶ &  Ἀκρόαση: ἐδῶ 

Εὐλογημένοι ἄνθρωποι - Δημήτριος Παναγόπουλος



Αὐτοὶ ποὺ σηκώνουν εὐχάριστα τὸν σταυρό τους, ποὺ τοὺς ἔδωσε ὁ Θεὸς καὶ μαζὶ μὲ τὸν δικό τους, σηκώνουν ὅσο μποροῦν καὶ τὸν σταυρὸ τοῦ ἄλλου. Αὐτοὶ εἶναι οἱ εὐλογημένοι ἄνθρωποι καὶ ὁμοιάζουν μὲ τὸν Σίμωνα τὸν Κυρηναῖο ποὺ σήκωσε τὸν σταυρὸ τοῦ Χριστοῦ. Τέτοιοι,  πρέπει νὰ γίνουμε κι ἐμεῖς.   
 
Δημήτριος Παναγόπουλος 

Πηγή: Ἀνθολόγηση ἐμπνευσμένων λόγων τοῦ Δ.Π. 2017, «Ὀρθόδοξος Κυψέλη», σελ. 107.

Σάββατο 9 Δεκεμβρίου 2017

Ἡ σύλληψις τῆς Ἁγίας Ἄννης τῆς Μητρὸς τῆς Θεοτόκου



Ἦχος α΄. Γερμανοῦ.

Τὸ ἀπόρρητον τοῖς Ἄγγέλοις, 
καὶ ἀνθρώποις μεγαλεῖον, 
καὶ ἀπ᾿ αἰῶνος χρησμοδοτούμενον, μυστήριον παράδοξον, 
σήμερον ἐν τοῖς λαγόσι τῆς σώφρονος Ἄννης βρεφουργεῖται,
Μαρία ἡ Θεόπαις,  ἑτοιμαζομένη εἰς κατοικίαν, 
τοῦ παμβασιλέως τῶν αἰώνων, καὶ εἰς ἀνάπλασιν τοῦ γένους ἡμῶν·   
ἣν ἐν καθαρῷ συνειδότι καθικετεύσωμεν, 
ἀναβοώντες πρὸς αὐτὴν· Πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ, 
ὡς προστασία ὑπάρχουσα ἡμῶν τῶν χριστιανῶν, 
τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν. 

Πηγή: Μηναῖον Δεκεμβρίου, «Φῶς», σελ. 115.

Τρίτη 5 Δεκεμβρίου 2017

Τοῦ Ὁσίου καὶ Θεοφόρου Πατρὸς ἡμῶν Σάββα τοῦ Ἡγιασμένου


Ἦχος πλ. α΄. Ὅσιε Πάτερ.
Σάββα θεόφρον, τῶν Ἀγγέλων ἰσοστάσιε, 
ὁμόσκηνε Ὁσίων, συνόμιλε Προφητῶν, 
Μαρτύρων Ἀποστόλων συγκληρονόμε, 
φῶς τὸ ἀνέσπερον, ὁ νῦν κατοικῶν, 
οὗ ταῖς φρυκτωρίαις, λαμπόμενος ταῖς θείας, 
τῷ ἀκροτάτῳ τῶν ἐφετῶν, 
ὁ παρεστὼς παρρησίᾳ λελαμπρυσμένος, 
καὶ ἐνηδόμενος αὐτοῦ ταῖς θεωρίαις, 
καὶ ἐντρυφῶν αὐτοῦ, τῷ κάλλει ἀνενδότως, 
Χριστὸν ἰκέτευε, Χριστὸν δυσώπει Ὅσιε, 
δωρηθῆναι τῇ Ἑκκλησίᾳ ὁμόνοιαν, εἰρήνην, 
καὶ μέγα ἔλεος. 

Πηγή: Μηναῖον Δεκεμβρίου , «Φῶς», σελ. 42.