«Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον». Ἰησοῦς Χριστός (Ἰωάν. ιστ΄33).

Εμφάνιση αναρτήσεων με ετικέτα Ἁγία Γραφή. Εμφάνιση όλων των αναρτήσεων
Εμφάνιση αναρτήσεων με ετικέτα Ἁγία Γραφή. Εμφάνιση όλων των αναρτήσεων

Κυριακή 20 Αυγούστου 2017

Εὐαγγέλιον τῆς Κυριακῆς ΙΑ΄ Ματθαίου


Κατὰ Ματθαῖον, ιη΄14-23.

23 Διὰ τοῦτο ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ βασιλεῖ ὃς ἠθέλησεν συνᾶραι λόγον μετὰ τῶν δούλων αὐτοῦ. 

24 ἀρξαμένου δὲ αὐτοῦ συναίρειν προσηνέχθη αὐτῷ εἷς ὀφειλέτης μυρίων ταλάντων. 

25 μὴ ἔχοντος δὲ αὐτοῦ ἀποδοῦναι ἐκέλευσεν αὐτὸν ὁ κύριος αὐτοῦ πραθῆναι καὶ τὴν γυναῖκα αὐτοῦ καὶ τὰ τέκνα καὶ πάντα ὅσα εἶχε, καὶ ἀποδοθῆναι. 

26 πεσὼν οὖν ὁ δοῦλος προσεκύνει αὐτῷ λέγων· κύριε μακροθύμησον ἐπ' ἐμοί, καὶ πάντα σοι ἀποδώσω.

27 σπλαγχνισθεὶς δὲ ὁ κύριος τοῦ δούλου ἐκείνου ἀπέλυσεν αὐτόν, καὶ τὸ δάνειον ἀφῆκεν αὐτῷ. 

28 ἐξελθὼν δὲ ὁ δοῦλος ἐκεῖνος εὗρεν ἕνα τῶν συνδούλων αὐτοῦ, ὃς ὤφειλεν αὐτῷ ἑκατὸν δηνάρια, καὶ κρατήσας αὐτὸν ἔπνιγεν λέγων· ἀπόδος μοι εἴ τι ὀφείλεις. 

29 πεσὼν οὖν ὁ σύνδουλος αὐτοῦ εἰς τοὺς πόδας αὐτοῦ παρεκάλει αὐτὸν λέγων· μακροθύμησον ἐπ' ἐμοί, καὶ ἀποδώσω σοι· 

30 ὁ δὲ οὐκ ἤθελεν, ἀλλὰ ἀπελθὼν ἔβαλεν αὐτὸν εἰς φυλακὴν ἕως οὗ ἀποδῷ τὸ ὀφειλόμενον. 

31 ἰδόντες δὲ οἱ σύνδουλοι αὐτοῦ τὰ γενόμενα ἐλυπήθησαν σφόδρα, καὶ ἐλθόντες διεσάφησαν τῷ κυρίῳ ἑαυτῶν πάντα τὰ γενόμενα. 

32 τότε προσκαλεσάμενος αὐτὸν ὁ κύριος αὐτοῦ λέγει αὐτῷ· δοῦλε πονηρέ, πᾶσαν τὴν ὀφειλὴν ἐκείνην ἀφῆκά σοι, ἐπεὶ παρεκάλεσάς με· 

33 οὐκ ἔδει καὶ σὲ ἐλεῆσαι τὸν σύνδουλόν σου, ὡς καὶ ἐγὼ σὲ ἠλέησα; 

34 καὶ ὀργισθεὶς ὁ κύριος αὐτοῦ παρέδωκεν αὐτὸν τοῖς βασανισταῖς ἕως οὗ ἀποδῷ πᾶν τὸ ὀφειλόμενον αὐτῷ. 

35 Οὕτω καὶ ὁ πατήρ μου ὁ ἐπουράνιος ποιήσει ὑμῖν ἐὰν μὴ ἀφῆτε ἕκαστος τῷ ἀδελφῷ αὐτοῦ ἀπὸ τῶν καρδιῶν ὑμῶν τὰ παραπτώματα αὐτῶν.

Πηγή: Καινὴ Διαθήκη, σελ. 80-81 & myriobiblos.gr

Τό Δίδαγμα: ἐδῶ     &    Ἀκρόαση: ἐδῶ


Κυριακή 13 Αυγούστου 2017

Εὐαγγέλιον τῆς Κυριακῆς Ι΄ Ματθαίου


Κατὰ Ματθαῖον ιζ΄14-23

14 Καὶ ἐλθόντων αὐτῶν πρὸς τὸν ὄχλον προσῆλθεν αὐτῷ ἄνθρωπος γονυπετῶν αὐτὸν καὶ λέγων· 

15 Κύριε, ἐλέησόν μου τὸν υἱόν, ὅτι σεληνιάζεται καὶ κακῶς πάσχει· πολλάκις γὰρ πίπτει εἰς τὸ πῦρ καὶ πολλάκις εἰς τὸ ὕδωρ. 

16 καὶ προσήνεγκα αὐτὸν τοῖς μαθηταῖς σου, καὶ οὐκ ἠδυνήθησαν αὐτὸν θεραπεῦσαι. 

17 ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν· Ὦ γενεὰ ἄπιστος καὶ διεστραμμένη! ἕως πότε ἔσομαι μεθ' ὑμῶν; ἕως πότε ἀνέξομαι ὑμῶν; φέρετέ μοι αὐτὸν ὧδε. 

18 καὶ ἐπετίμησεν αὐτῷ ὁ Ἰησοῦς, καὶ ἐξῆλθεν ἀπ' αὐτοῦ τὸ δαιμόνιον καὶ ἐθεραπεύθη ὁ παῖς ἀπὸ τῆς ὥρας ἐκείνης. 

19 Τότε προσελθόντες οἱ μαθηταὶ τῷ Ἰησοῦ κατ' ἰδίαν εἶπον· Διατί ἡμεῖς οὐκ ἠδυνήθημεν ἐκβαλεῖν αὐτό; 

20 ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· Διὰ τὴν ἀπιστίαν ὑμῶν. ἀμὴν γὰρ λέγω ὑμῖν, ἐὰν ἔχητε πίστιν ὡς κόκκον σινάπεως, ἐρεῖτε τῷ ὄρει τούτῳ, μετάβηθι ἐντεῦθεν ἐκεῖ, καὶ μεταβήσεται· καὶ οὐδὲν ἀδυνατήσει ὑμῖν. 

21 τοῦτο δὲ τὸ γένος οὐκ ἐκπορεύεται εἰ μὴ ἐν προσευχῇ καὶ νηστείᾳ. 

22 Ἀναστρεφομένων δὲ αὐτῶν εἰς τὴν Γαλιλαίαν εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· Μέλλει ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοσθαι εἰς χεῖρας ἀνθρώπων 

23 καὶ ἀποκτενοῦσιν αὐτόν, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐγερθήσεται. 

Πηγή: Καινὴ Διαθήκη, σελ. 76-77 & myriobiblos.gr

Τό Δίδαγμα: ἐδῶ     &    Ἀκρόαση: ἐδῶ

Κυριακή 6 Αυγούστου 2017

Εὐαγγέλιον τῆς Κυριακῆς τῆς Μεταμορφώσεως τοῦ Σωτῆρος



Κατὰ Ματθαῖον ιζ΄1-9.

1. Καὶ μεθ᾿ἡμέρας ἐξ παραλαμ­βάνει ὁ Ἰησοῦς τὸν Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην τὸν ἀ­δελφὸν αὐτοῦ καὶ ἀναφέρει αὐτοὺς εἰς ὄρος ὑψηλὸν κατ᾿ ἰδίαν· 

2. καὶ μετεμορφώθη ἔμπροσθεν αὐτῶν, καὶ ἔλαμψε τὸ πρόσωπον αὐτοῦ ὡς ὁ ἥλιος, τὰ δὲ ἱμάτια αὐτοῦ ἐγένετο λευκὰ ὡς τὸ φῶς. 

3. Καὶ ἰδοὺ ὤφθησαν αὐτοῖς Μωσῆς καὶ Ἠλίας μετ᾿ αὐτοῦ συλλαλοῦντες. 

4. ἀποκριθεὶς δὲ ὁ Πέτρος εἶπε τῷ Ἰησοῦ· Κύριε, καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι· εἰ θέλεις, ποιήσωμεν ὧδε τρεῖς σκηνάς, σοὶ μίαν καὶ Μωσεῖ μίαν καὶ μίαν Ἠλίᾳ. 

5. ἔτι αὐτοῦ λαλοῦντος ἰδοὺ νεφέλη φωτεινὴ ἐπεσκίασεν αὐτούς, καὶ ἰδοὺ φωνὴ ἐκ τῆς νεφέλης λέγουσα· οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ εὐδόκησα· αὐτοῦ ἀκούετε. 

6. Καὶ ἀ­κούσαντες οἱ μαθηταὶ ἔπεσον ἐπὶ πρόσ­­ωπον αὐτῶν καὶ ἐφοβήθησαν σφόδρα. 

7. Καὶ προσελθὼν ὁ Ἰησοῦς ἥψατο αὐτῶν καὶ εἶπεν· ἐγέρθητε καὶ μὴ φοβεῖσθε. 

8. Ἐπάραντες δὲ τοὺς ὀφθαλμοὺς αὐτῶν οὐδένα εἶδον εἰ μὴ τὸν Ἰησοῦν μόνον. 

9. Καὶ καταβαινόντων αὐτῶν ἀπὸ τοῦ ὄρους ἐνετείλατο αὐτοῖς ὁ Ἰησοῦς λέγων· μηδενὶ εἴπητε τὸ ὅραμα ἕως οὗ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐκ νεκρῶν ἀναστῇ.

Πηγή: Καινὴ Διαθήκη, σελ. 74-75. 

Ἀκρόαση  ἐδῶ 

___________________________________________________________________________________

 Ἀπολυτίκιον τῆς Μεταμορφώσεως

Ἦχος βαρύς.
 Μετεμορφώθης ἐν τῷ ὄρει Χριστὲ ὁ Θεός, 
δείξας τοῖς Μαθηταῖς σου 
τὴν δόξαν σου, καθὼς ἠδυναντο. 
Λάμψον καὶ ἡμῖν τοῖς ἁμαρτωλοῖς, 
τὸ φῶς σου τὸ ἀΐδιον, 
πρεσβείαις τῆς Θεοτόκου, 
φωτοδότα δόξα σοι.
 


Ἀκρόαση ἀπολυτίκιου ἐδῶ 

Κυριακή 30 Ιουλίου 2017

Εὐαγγέλιον τῆς Κυριακῆς H΄ Ματθαίου

 
Κατὰ Ματθαῖον ιδ' 14-22
 
14 Καὶ ἐξελθὼν ὁ ᾿Ιησοῦς εἶδε πολὺν ὄχλον, καὶ ἐσπλαγχνίσθη ἐπ᾿ αὐτοῖς καὶ ἐθεράπευσε τοὺς ἀρρώστους αὐτῶν.  
15 ὀψίας δὲ γενομένης προσῆλθον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ λέγοντες· ἔρημός ἐστιν ὁ τόπος καὶ ἡ ὥρα ἤδη παρῆλθεν· ἀπόλυσον τοὺς ὄχλους, ἵνα ἀπελθόντες εἰς τὰς κώμας ἀγοράσωσιν ἑαυτοῖς βρώματα.  
16 ὁ δὲ ᾿Ιησοῦς εἶπεν αὐτοῖς· οὐ χρείαν ἔχουσιν ἀπελθεῖν· δότε αὐτοῖς ὑμεῖς φαγεῖν.  
17 οἱ δὲ λέγουσιν αὐτῷ· οὐκ ἔχομεν ὧδε εἰ μὴ πέντε ἄρτους καὶ δύο ἰχθύας.  
18 ὁ δὲ εἶπε· φέρετέ μοι αὐτοὺς ὧδε.  
19 καὶ κελεύσας τοὺς ὄχλους ἀνακλιθῆναι ἐπὶ τοὺς χόρτους, λαβὼν τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας, ἀναβλέψας εἰς τὸν οὐρανὸν εὐλόγησε, καὶ κλάσας ἔδωκε τοῖς μαθηταῖς τοὺς ἄρτους, οἱ δὲ μαθηταὶ τοῖς ὄχλοις.  
20 καὶ ἔφαγον πάντες καὶ ἐχορτάσθησαν, καὶ ἦραν τὸ περισσεῦον τῶν κλασμάτων δώδεκα κοφίνους πλήρεις.  
21 οἱ δὲ ἐσθίοντες ἦσαν ἄνδρες ὡσεὶ πεντακισχίλιοι χωρὶς γυναικῶν καὶ παιδίων.
22 Καὶ εὐθέως ἠνάγκασεν ὁ ᾿Ιησοῦς τοὺς μαθητὰς αὐτοῦ ἐμβῆναι εἰς τὸ πλοῖον καὶ προάγειν αὐτὸν εἰς τὸ πέραν, ἕως οὗ ἀπολύσῃ τοὺς ὄχλους.

Πηγή: Καινή Διαθήκη, σελ. 64.


Τό Δίδαγμα: ἐδῶ     &    Ἀκρόαση: ἐδῶ

Κυριακή 23 Ιουλίου 2017

Εὐαγγέλιον τῆς Κυριακῆς Ζ΄ Ματθαίου



 Κατὰ Ματθαῖον θ' 27 - 35 

27 Καὶ παράγοντι ἐκεῖθεν τῷ ᾿Ιησοῦ ἠκολούθησαν αὐτῷ δύο τυφλοὶ κράζοντες καὶ λέγοντες· ἐλέησον ἡμᾶς, υἱὲ Δαυῒδ. 

28 ἐλθόντι δὲ εἰς τὴν οἰκίαν προσῆλθον αὐτῷ οἱ τυφλοί, καὶ λέγει αὐτοῖς ὁ ᾿Ιησοῦς· πιστεύετε ὅτι δύναμαι τοῦτο ποιῆσαι; λέγουσιν αὐτῷ· ναί, Κύριε.  

29 τότε ἥψατο τῶν ὀφθαλμῶν αὐτῶν λέγων· κατὰ τὴν πίστιν ὑμῶν γενηθήτω ὑμῖν.  

30 καὶ ἀνεῴχθησαν αὐτῶν οἱ ὀφθαλμοί· καὶ ἐνεβριμήσατο αὐτοῖς ὁ ᾿Ιησοῦς λέγων· ὁρᾶτε μηδεὶς γινωσκέτω. 

31 οἱ δὲ ἐξελθόντες διεφήμισαν Aὐτὸν ἐν ὅλῃ τῇ γῇ ἐκείνῃ. 


32 Αὐτῶν δὲ ἐξερχομένων ἰδοὺ προσήνεγκαν αὐτῷ ἄνθρωπον κωφὸν δαιμονιζόμενον·  

33 καὶ ἐκβληθέντος τοῦ δαιμονίου ἐλάλησεν ὁ κωφός, καὶ ἐθαύμασαν οἱ ὄχλοι λέγοντες ὅτι οὐδέποτε ἐφάνη οὕτως ἐν τῷ ᾿Ισραήλ. 

34 οἱ δὲ Φαρισαῖοι ἔλεγον· ἐν τῷ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια. 


35 Καὶ περιῆγεν ὁ ᾿Ιησοῦς τὰς πόλεις πάσας καὶ τὰς κώμας διδάσκων ἐν ταῖς συναγωγαῖς αὐτῶν καὶ κηρύσσων τὸ εὐαγγέλιον τῆς βασιλείας καὶ θεραπεύων πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν ἐν τῷ λαῷ.
 Πηγή: Καινὴ Διαθήκη, σελ. 38

 Τό Δίδαγμα: ἐδῶ   &      Ἀκρόαση: ἐδῶ

Κυριακή 16 Ιουλίου 2017

Εὑαγγέλιον τῆς Κυριακῆς τῶν Ἁγίων Πατέρων τῆς Δ΄Οἱκουμενικῆς Συνόδου.


Kατὰ Ματθαῖον, ε' 14-19


14 Ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου. οὐ δύναται πόλις κρυβῆναι ἐπάνω ὄρους κειμένη· 

15 οὐδὲ καίουσι λύχνον καὶ τιθέασιν αὐτὸν ὑπὸ τὸν μόδιον, ἀλλ' ἐπὶ τὴν λυχνίαν, καὶ λάμπει πᾶσι τοῖς ἐν τῇ οἰκίᾳ. 

16 οὕτως λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσιν ὑμῶν τὰ καλὰ ἔργα καὶ δοξάσωσιν τὸν πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς. 

17 Μὴ νομίσητε ὅτι ἦλθον καταλῦσαι τὸν νόμον ἢ τοὺς προφήτας· οὐκ ἦλθον καταλῦσαι ἀλλὰ πληρῶσαι. 

18 ἀμὴν γὰρ λέγω ὑμῖν, ἕως ἂν παρέλθῃ ὁ οὐρανὸς καὶ ἡ γῆ, ἰῶτα ἓν ἢ μία κεραία οὐ μὴ παρέλθῃ ἀπὸ τοῦ νόμου ἕως ἂν πάντα γένηται. 

19 ὃς ἐὰν οὖν λύσῃ μίαν τῶν ἐντολῶν τούτων τῶν ἐλαχίστων καὶ διδάξῃ οὕτως τοὺς ἀνθρώπους, ἐλάχιστος κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν· ὃς δ' ἂν ποιήσῃ καὶ διδάξῃ, οὗτος μέγας κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν.

                   Πηγή: Καινή Διαθήκη & myriobiblos.gr

 Τό Δίδαγμα: ἐδῶ      &      Ἀκρόαση: ἐδῶ

Κυριακή 9 Ιουλίου 2017

Εὐαγγέλιον τῆς Κυριακῆς Ε΄ Ματθαίου


Kατὰ Ματθαῖον, η' 28 - θ' 1
 
η' 28 Καὶ ἐλθόντι αὐτῷ εἰς τὸ πέραν εἰς τὴν χώραν τῶν Γεργεσηνῶν ὑπήντησαν αὐτῷ δύο δαιμονιζόμενοι ἐκ τῶν μνημείων ἐξερχόμενοι, χαλεποὶ λίαν, ὥστε μὴ ἰσχύειν τινὰ παρελθεῖν διὰ τῆς ὁδοῦ ἐκείνης.  

29 καὶ ἰδοὺ ἔκραξαν λέγοντες· τί ἡμῖν καὶ σοί, ᾿Ιησοῦ υἱὲ τοῦ Θεοῦ; ἦλθες ὧδε πρὸ καιροῦ βασανίσαι ἡμᾶς;  

30 ἦν δὲ μακρὰν ἀπ᾿ αὐτῶν ἀγέλη χοίρων πολλῶν βοσκομένη.  

31 οἱ δὲ δαίμονες παρεκάλουν αὐτὸν λέγοντες· εἰ ἐκβάλλεις ἡμᾶς, ἐπίτρεψον ἡμῖν ἀπελθεῖν εἰς τὴν ἀγέλην τῶν χοίρων.  

32 καὶ εἶπεν αὐτοῖς· ὑπάγετε. οἱ δὲ ἐξελθόντες ἀπῆλθον εἰς τὴν ἀγέλην τῶν χοίρων· καὶ ἰδοὺ ὥρμησε πᾶσα ἡ ἀγέλη τῶν χοίρων κατὰ τοῦ κρημνοῦ εἰς τὴν θάλασσαν καὶ ἀπέθανον ἐν τοῖς ὕδασιν.  

33 οἱ δὲ βόσκοντες ἔφυγον, καὶ ἀπελθόντες εἰς τὴν πόλιν ἀπήγγειλαν πάντα καὶ τὰ τῶν δαιμονιζομένων.  

34 καὶ ἰδοὺ πᾶσα ἡ πόλις ἐξῆλθεν εἰς συνάντησιν τῷ ᾿Ιησοῦ, καὶ ἰδόντες αὐτὸν παρεκάλεσαν ὅπως μεταβῇ ἀπὸ τῶν ὁρίων αὐτῶν. 

θ' 1 Καὶ ἐμβὰς εἰς πλοῖον διεπέρασε καὶ ἦλθεν εἰς τὴν ἰδίαν πόλιν.

Καινή Διαθήκη, σελ. 34 

Τό Δίδαγμα: ἐδῶ Ἀκρόαση: ἐδῶ
    
    

Κυριακή 2 Ιουλίου 2017

Εὐαγγέλιον τῆς Κυριακῆς Δ΄ Ματθαίου

Αποτέλεσμα εικόνας για εκατόνταρχος και ιησούς

Κατά Ματθαῖον η΄, 5-13.

5 Εἰσελθόντι δὲ αὐτῷ εἰς Καπερναοὺμ προσῆλθεν αὐτῷ ἑκατόνταρχος παρακαλῶν αὐτὸν καὶ λέγων· 

6 Κύριε, ὁ παῖς μου βέβληται ἐν τῇ οἰκίᾳ παραλυτικός, δεινῶς βασανιζόμενος. 

7 καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς· Ἐγὼ ἐλθὼν θεραπεύσω αὐτόν. 

8 καὶ ἀποκριθεὶς ὁ ἑκατόνταρχος ἔφη· Κύριε, οὐκ εἰμὶ ἱκανὸς ἵνα μου ὑπὸ τὴν στέγην εἰσέλθῃς· ἀλλὰ μόνον εἰπὲ λόγῳ, καὶ ἰαθήσεται ὁ παῖς μου. 

9 καὶ γὰρ ἐγὼ ἄνθρωπός εἰμι ὑπὸ ἐξουσίαν, ἔχων ὑπ' ἐμαυτὸν στρατιώτας, καὶ λέγω τούτῳ, πορεύθητι, καὶ πορεύεται, καὶ ἄλλῳ, ἔρχου, καὶ ἔρχεται, καὶ τῷ δούλῳ μου, ποίησον τοῦτο, καὶ ποιεῖ.

10 ἀκούσας δὲ ὁ Ἰησοῦς ἐθαύμασε καὶ εἶπε τοῖς ἀκολουθοῦσιν· Ἀμὴν λέγω ὑμῖν, οὐδὲ ἐν τῷ Ἰσραὴλ τοσαύτην πίστιν εὗρον. 

11 λέγω δὲ ὑμῖν ὅτι πολλοὶ ἀπὸ ἀνατολῶν καὶ δυσμῶν ἥξουσιν καὶ ἀνακλιθήσονται μετὰ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν, 

12 οἱ δὲ υἱοὶ τῆς βασιλείας ἐκβληθήσονται εἰς τὸ σκότος τὸ ἐξώτερον· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων. 

13 καὶ εἶπεν ὁ Ἰησοῦς τῷ ἑκατοντάρχῷ· Ὕπαγε, καὶ ὡς ἐπίστευσας γενηθήτω σοι. καὶ ἰάθη ὁ παῖς αὐτοῦ ἐν τῇ ὥρᾳ ἐκείνῃ.

Πηγή: Kαινή Διαθήκη & myriobiblos.gr

Τό Δίδαγμα: ἐδῶ & Ἀκρόαση:  ἐδῶ

Κυριακή 25 Ιουνίου 2017

Εὐαγγέλιον τῆς Κυριακῆς Γ΄ Ματθαίου


Κατά Ματθαῖον στ΄, 22-33.

22 Ὁ λύχνος τοῦ σώματός ἐστιν ὁ ὀφθαλμός. ἐὰν οὖν ὁ ὀφθαλμός σου ἁπλοῦς ᾖ, ὅλον τὸ σῶμά σου φωτεινὸν ἔσται·

23 ἐὰν δὲ ὁ ὀφθαλμός σου πονηρὸς ᾖ, ὅλον τὸ σῶμά σου σκοτεινὸν ἔσται. εἰ οὖν τὸ φῶς τὸ ἐν σοὶ σκότος ἐστί, τὸ σκότος πόσον;

24 Οὐδεὶς δύναται δυσὶ κυρίοις δουλεύειν· ἢ γὰρ τὸν ἕνα μισήσει καὶ τὸν ἕτερον ἀγαπήσει, ἢ ἑνὸς ἀνθέξεται καὶ τοῦ ἑτέρου καταφρονήσει· οὐ δύνασθε Θεῷ δουλεύειν καὶ μαμωνᾷ.

25 Διὰ τοῦτο λέγω ὑμῖν, μὴ μεριμνᾶτε τῇ ψυχῇ ὑμῶν τί φάγητε καὶ τί πίητε, μηδὲ τῷ σώματι ὑμῶν τί ἐνδύσησθε· οὐχὶ ἡ ψυχὴ πλεῖόν ἐστιν τῆς τροφῆς καὶ τὸ σῶμα τοῦ ἐνδύματος;

26 ἐμβλέψατε εἰς τὰ πετεινὰ τοῦ οὐρανοῦ, ὅτι οὐ σπείρουσιν οὐδὲ θερίζουσιν οὐδὲ συνάγουσιν εἰς ἀποθήκας, καὶ ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος τρέφει αὐτά· οὐχ ὑμεῖς μᾶλλον διαφέρετε αὐτῶν;

27 τίς δὲ ἐξ ὑμῶν μεριμνῶν δύναται προσθεῖναι ἐπὶ τὴν ἡλικίαν αὐτοῦ πῆχυν ἕνα;

28 καὶ περὶ ἐνδύματος τί μεριμνᾶτε; καταμάθετε τὰ κρίνα τοῦ ἀγροῦ πῶς αὐξάνει· οὐ κοπιᾷ οὐδὲ νήθει·

29 λέγω δὲ ὑμῖν ὅτι οὐδὲ Σολομὼν ἐν πάσῃ τῇ δόξῃ αὐτοῦ περιεβάλετο ὡς ἓν τούτων.

30 Εἰ δὲ τὸν χόρτον τοῦ ἀγροῦ, σήμερον ὄντα καὶ αὔριον εἰς κλίβανον βαλλόμενον, ὁ Θεὸς οὕτως ἀμφιέννυσιν, οὐ πολλῷ μᾶλλον ὑμᾶς, ὀλιγόπιστοι;

31 μὴ οὖν μεριμνήσητε λέγοντες, τί φάγωμεν ἤ τί πίωμεν ἤ τί περιβαλώμεθα;

32 πάντα γὰρ ταῦτα τὰ ἔθνη ἐπιζητεῖ· οἶδεν γὰρ ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος ὅτι χρῄζετε τούτων ἁπάντων.

33 ζητεῖτε δὲ πρῶτον τὴν βασιλείαν τοῦ Θεοῦ καὶ τὴν δικαιοσύνην αὐτοῦ, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν.

Πηγή: Kαινή Διαθήκη & myriobiblos.gr

Ἀκρόαση:  ἐδῶ

Κυριακή 20 Ιουλίου 2014

Kυριακή ΣΤ' Ματθαίου - Ἡ θεραπεία τοῦ παραλυτικοῦ


Εὐαγγέλιον κατὰ Ματθαῖον θ' 1-8

1 Καὶ ἐμβὰς εἰς πλοῖον διεπέρασε καὶ ἦλθεν εἰς τὴν ἰδίαν πόλιν.  

2 Καὶ ἰδοὺ προσέφερον αὐτῷ παραλυτικὸν ἐπὶ κλίνης βεβλημένον· καὶ ἰδὼν ὁ ᾿Ιησοῦς τὴν πίστιν αὐτῶν εἶπε τῷ παραλυτικῷ· θάρσει, τέκνον· ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου.  

3 καὶ ἰδού τινες τῶν γραμματέων εἶπον ἐν ἑαυτοῖς· οὗτος βλασφημεῖ.  

4 καὶ ἰδὼν ὁ ᾿Ιησοῦς τὰς ἐνθυμήσεις αὐτῶν εἶπεν· ἵνα τί ὑμεῖς ἐνθυμεῖσθε πονηρὰ ἐν ταῖς καρδίαις ὑμῶν;  

τί γάρ ἐστιν εὐκοπώτερον, εἰπεῖν, ἀφέωνταί σου αἱ ἁμαρτίαι, ἢ εἰπεῖν, ἔγειρε καὶ περιπάτει;  

ἵνα δὲ εἰδῆτε ὅτι ἐξουσίαν ἔχει ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπὶ τῆς γῆς ἀφιέναι ἁμαρτίας -– τότε λέγει τῷ παραλυτικῷ· ἐγερθεὶς ἆρόν σου τὴν κλίνην καὶ ὕπαγε εἰς τὸν οἶκόν σου.  

7 καὶ ἐγερθεὶς ἀπῆλθεν εἰς τὸν οἶκον αὐτοῦ.  

8 ἰδόντες δὲ οἱ ὄχλοι ἐθαύμασαν καὶ ἐδόξασαν τὸν Θεὸν τὸν δόντα ἐξουσίαν τοιαύτην τοῖς ἀνθρώποις. 

Πηγή: Καινή Διαθήκη, σελ. 35

  ...Ὅποιος ἔχει πνευματικὸ αἰσθητήριο καταλαβαίνει, τί σημαίνει ὁ λόγος ποὺ εἶπε ὁ Χριστός, «Σοῦ συγχωροῦνται οἱ ἁμαρτίες σου» (Ματθ. 9, 2). Τρομερὸς λόγος. Ποιός μπορεῖ νὰ τὸν πῇ;  Ποιός μπορεῖ νὰ σηκώσῃ τὰ βουνὰ τῶν ἁμαρτιῶν, ποὺ πλακώνουν τὴν ψυχή, καὶ νὰ ἐλευθερώσῃ τὸν ἄνθρωπο; 

Μόνο ὁ Θεὸς ἢ ἕνας ἄνθρωπος ποὺ τοῦ ἔδωσε ὁ ἴδιος ὁ Θεὸς αὐτὴ τὴν ἐξουσία, ὅπως εἶνε οἱ ἱερεῖς τῆς Ἐκκλησίας. 

Ἀλλ' ἐπειδὴ τὸ «Ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου» εἶνε κάτι πνευματικό, ποὺ συμβαίνει ἀοράτως μέσα στὴν ψυχὴ καὶ δὲν φαίνεται ἐξωτερικῶς μὲ τὰ σωματικὰ μάτια, οἱ γραμματεῖς τὸ θεώρησαν σὰν ἕνα εὔκολο λόγο. Ἐπειδὴ δὲν εἶχαν πνευματικὰ μάτια νὰ διακρίνουν τὶς οὐράνιες πραγματικότητες, ἀλλὰ ἐπηρεάζονταν ἀπὸ τὶς ἐξωτερικὲς αἰσθήσεις, γι' αὐτὸ μέσα στὴ σκέψι τους ἔκαναν τὸ λάθος, νὰ θεωροῦν τὸ ὕψιστο αὐτὸ θαῦμα, τὴν ἄφεσι τῶν ἁμαρτιῶν, ὡς μικρό, καὶ τὸ ἄλλο τὸ μικρότερο θαῦμα, τὴ θεραπεία τοῦ σώματος, ὡς μεγάλο. 

Καὶ τότε ὁ Χριστός, συγκαταβαίνοντας στὴν ἀδυναμία τους, εἶπε τὰ λόγια ἐκεῖνα, ποὺ εἶχαν τὸ ἐξῆς νόημα. Γιὰ μένα μικρὸ θαῦμα εἶνε ἡ θεραπεία τοῦ σώματος, καὶ μεγάλο θαῦμα εἶνε ἡ ἄφεσι τῶν ἁμαρτιῶν. 

Διότι ἡ θεραπεία τοῦ σώματος εἶνε γιὰ λίγο χρόνο, ἀφοῦ τελικῶς ὅλοι μιὰ μέρα πεθαίνουν, ἐνῷ ἡ θεραπεία τῆς ψυχῆς μὲ τὴ συγχώρησι τῶν ἁμαρτημάτων εἶνε γιὰ τὴν αἰωνιότητα, γιὰ πάντα δηλαδή...
   
     ...Μικρὰ ἢ μεγάλα θαύματα, αἰσθητὰ ἢ νοητά, ὅλα δείχνουν, ὅτι ὐπάρχει Θεὸς ἀληθινός, ποὺ κάνει φανερὰ τὴν παρουσία του στὸ κάθε τι. Δὲν ἐγκατέλειψε ὁ Θεὸς τὸν κόσμο. Ὥρισε βέβαια τοὺς φυσικοὺς νόμους, γιὰ νὰ λειτουργοῦν ὅλα μὲ τάξι καὶ ἀκρίβεια. 

Ἀλλ' ὅταν παρουσιασθῇ κάτι ἔκτακτο, εἶνε ἕτοιμος νὰ σπεύσῃ εἰς βοήθειαν τῶν παιδιῶν του. Καὶ ἂν χρειασθῇ, ἔχει τὴ δύναμι καὶ τοὺς φυσικοὺς νόμους νὰ παραμερίσῃ καὶ νὰ θαυματουργήσῃ πρὸς σωτηρίαν τους.  

Ὅταν ὅλες οἱ ἄλλες πόρτες κλείνουν, ὅταν οἱ ἄνθρωποι ἀδυνατοῦν νὰ συμπαρασταθοῦν, ὅταν καὶ συγγενεῖς καὶ φίλοι στέκουν ἀνίκανοι νὰ προσφέρουν βοήθεια, ὅταν οὶ γιατροὶ σηκώνουν κι αὐτοὶ ψηλὰ τὰ χέρια καὶ δηλώνουν ἀδυναμία νὰ θεραπεύσουν, τότε ἔχει τὸ λόγο ὁ Θεός. 

Γιὰ τὴ δύναμι τοῦ Θεοῦ δὲν εἶνε τιποτε ἀκατόρθωτο.  Ἀρκεῖ νὰ ὑπάρχῃ πίστι. Τότε ἡ προσευχὴ τοῦ πιστοῦ εἰσακούεται, ὅπως εἰσακουόταν ἡ προσευχὴ τοῦ προφήτου Ἠλία, ποὺ ἄλλοτε ἔκλεινε τὸν οὐρανὸ νὰ μὴ βρέχῃ κι ἄλλοτε τὸν ἄνοιγε καὶ ἔβρεχε.
     Τὰ ἀληθινὰ θαύματα φέρουν ὅλα τὴ σφραγῖδα τοῦ Θεοῦ. Καὶ ὅπου ἐνεργεῖ ὁ Θεός, ἡ κάθε ἐνέργειά του εἶνε θαυμαστή...

Ἐπίσκοπος Αὐγουστῖνος Καντιώτης

Πηγή: Κυριακή, Έπισκόπου Αὐγουστίνου Καντιώτου, σελ. 112 & 114,  (2 ἀποσπάσματα).

Κυριακή 13 Ιουλίου 2014

Kυριακή τῶν Πατέρων τῆς Δ' Οἰκουμενικῆς Συνόδου - Φῶς ἢ σκοτάδι;


Εὐαγγέλιον κατὰ Ματθαῖον ε' 14-19

14 ῾Υμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου. οὐ δύναται πόλις κρυβῆναι ἐπάνω ὄρους κειμένη·  

15 οὐδὲ καίουσι λύχνον καὶ τιθέασι αὐτὸν ὑπὸ τὸν μόδιον, ἀλλ᾿ ἐπὶ τὴν λυχνίαν, καὶ λάμπει πᾶσι τοῖς ἐν τῇ οἰκίᾳ.  

16 οὕτω λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσιν ὑμῶν τὰ καλὰ ἔργα καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς.

17 Μὴ νομίσητε ὅτι ἦλθον καταλῦσαι τὸν νόμον ἢ τοὺς προφήτας· οὐκ ἦλθον καταλῦσαι, ἀλλὰ πληρῶσαι.  

18 ἀμὴν γὰρ λέγω ὑμῖν, ἕως ἂν παρέλθῃ ὁ οὐρανὸς καὶ ἡ γῆ, ἰῶτα ἓν ἢ μία κεραία οὐ μὴ παρέλθῃ ἀπὸ τοῦ νόμου ἕως ἂν πάντα γένηται.  

19 ὃς ἐὰν οὖν λύσῃ μίαν τῶν ἐντολῶν τούτων τῶν ἐλαχίστων καὶ διδάξῃ οὕτω τοὺς ἀνθρώπους, ἐλάχιστος κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν· ὃς δ᾿ ἂν ποιήσῃ καὶ διδάξῃ, οὗτος μέγας κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν. 
 Πηγή: Καινή Διαθήκη, σελ. 17 

Φῶς ἢ σκοτάδι;


      ...Ἦρθε τὸ φῶς, ἦρθε ὁ Χριστός, ἀλλ' οἱ ἄνθρωποι μισοῦν τὸ φῶς, γιατὶ τὰ ἔργα τους εἶνε πονηρά. 
     
   Ἀλλὰ δόξα τῷ Θεῷ! Ὑπάρχουν καὶ ἄνθρωποι, ἄνδρες καὶ γυναῖκες, ποὺ ἀγαποῦν τὸ Φῶς, ἀγαποῦν τὸν Χριστό.  Οἱ εὐγενεῖς αὐτὲς ψυχὲς εὐχαριστοῦνται νὰ ἀκοῦνε τὴ διδασκαλία του. 

Εὐχαριστοῦνται νὰ διαβάζουν τὸ Εὐαγγέλιο. Εὐχαριστοῦνται νὰ πηγαίνουν στὴν ἐκκλησία καὶ νὰ ἀκοῦνε τὴ θεία λειτουργία καὶ τὶς ἄλλες ἱερὲς ἀκολουθίες. Εὐχαριστοῦνται νὰ ἐξομολογοῦνται καὶ νὰ κοινωνοῦν τὰ ἄχραντα μυστήρια. 

Οἱ ψυχὲς αὐτὲς ὅλο καὶ πλησιάζουν τὸν Χριστό, ὅλο καὶ παίρνουν περισσότερο φῶς ἀπὸ τὸν Χριστό, ὅλο καὶ γίνονται πιὸ λαμπρές. Αὐτές, ὅπου καὶ νὰ βρεθοῦν, σκορπίζουν τὸ φῶς τοῦ Χριστοῦ. 

Ἄν εἶνε ἐργάτες, εἶνε φῶς γιὰ ὅλο τὸ ἐργοστάσιο ὅπου ἐργάζονται.  Ἂν εἶνε ὑπάλληλοι, εἶνε φῶς γιὰ τοὺς συναδέλφους τους. Ἂν εἶνε στρατιῶτες, εἶνε φῶς γιὰ τοὺς ἄλλους στρατιῶτες τῆς μονάδος τους. Ἂν εἶνε δάσκαλοι, εἶνε φῶς γιὰ τούς μαθητάς τους.  Ἂν εἶνε γονεῖς, εἶνε φῶς γιὰ τὰ παιδιά τους.  Ἂν εἶνε ἱερεῖς -ὢ ἐὰν εἶνε ἱερεῖς!-, εἶνε φῶς γιὰ ὅλους τοὺς ἐνορῖτες τους. 

Φῶς μὲ τὰ καλά τους λόγια, φῶς μὲ τὸ λαμπρὸ παράδειγμά τους, μὲ τὰ καλά τους ἔργα.  Στὸν καθένα ἀπὸ αὐτοὺς ἐφαρμόζεται ὁ λόγος ποὺ λέει ὁ Χριστὸς στὸ σημερινό Εὐαγγέλιο γιὰ τοὺς μαθητάς του· «Ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου» (Ματθ. 5, 14). Σεῖς, δηλαδή, ποὺ μὲ ἀκοῦτε καὶ μὲ ἀκολουθεῖτε, εἶσθε, πρέπει νὰ εἶσθε, τὸ φῶς τοῦ κόσμου.
     
   Καὶ γεννιέται τὸ ἐρώτημα· Ἐμεῖς, οἱ χριστιανοί... εἴμαστε τὸ φῶς τοῦ κόσμου;  Ὁ καθένας μας ἂς ρωτήσῃ τὴ συνείδησί του, ἂς ἐξετάσῃ προσεκτικὰ τὴ ζωή του καὶ ἂς ἀπαντήσῃ. Τί εἴμαστε; Φῶς ἢ σκοτάδι;  

Ἐπίσκοπος Αὐγουστῖνος Καντιώτης 

Πηγή: Κυριακή, Ἐπισκόπου Αὐγουστῖνου Kαντιώτου, σελ. 84 (ἀπόσπασμα)

Κυριακή 6 Ιουλίου 2014

Κυριακή Δ' Ματθαίου - Πιστεύεις;

Εὐαγγέλιον κατὰ Ματθαῖον η' 5-13
5 Εἰσελθόντι δὲ αὐτῷ εἰς Καπερναοὺμ προσῆλθεν αὐτῷ ἑκατόνταρχος παρακαλῶν αὐτὸν καὶ λέγων·  

6 Κύριε, ὁ παῖς μου βέβληται ἐν τῇ οἰκίᾳ παραλυτικός, δεινῶς βασανιζόμενος.  

7 καὶ λέγει αὐτῷ ὁ ᾿Ιησοῦς· ἐγὼ ἐλθὼν θεραπεύσω αὐτόν.  

8 καὶ ἀποκριθεὶς ὁ ἑκατόνταρχος ἔφη· Κύριε, οὐκ εἰμὶ ἱκανὸς ἵνα μου ὑπὸ τὴν στέγην εἰσέλθῃς· ἀλλὰ μόνον εἰπὲ λόγῳ, καὶ ἰαθήσεται ὁ παῖς μου.  

9 καὶ γὰρ ἐγὼ ἄνθρωπός εἰμι ὑπὸ ἐξουσίαν, ἔχων ὑπ᾿ ἐμαυτὸν στρατιώτας, καὶ λέγω τούτῳ, πορεύθητι, καὶ πορεύεται, καὶ ἄλλῳ, ἔρχου, καὶ ἔρχεται, καὶ τῷ δούλῳ μου, ποίησον τοῦτο, καὶ ποιεῖ.  

10 ἀκούσας δὲ ὁ ᾿Ιησοῦς ἐθαύμασε καὶ εἶπε τοῖς ἀκολουθοῦσιν· ἀμὴν λέγω ὑμῖν, οὐδὲ ἐν τῷ ᾿Ισραὴλ τοσαύτην πίστιν εὗρον. 

11 λέγω δὲ ὑμῖν ὅτι πολλοὶ ἀπὸ ἀνατολῶν καὶ δυσμῶν ἥξουσι καὶ ἀνακλιθήσονται μετὰ ᾿Αβραὰμ καὶ ᾿Ισαὰκ καὶ ᾿Ιακὼβ ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν,  

12 οἱ δὲ υἱοὶ τῆς βασιλείας ἐκβληθήσονται εἰς τὸ σκότος τὸ ἐξώτερον· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων.  

13 καὶ εἶπεν ὁ ᾿Ιησοῦς τῷ ἑκατοντάρχῳ· ὕπαγε, καὶ ὡς ἐπίστευσας γενηθήτω σοι. καὶ ἰάθη ὁ παῖς αὐτοῦ ἐν τῇ ὥρᾳ ἐκείνῃ. 

 Πηγή: Καινὴ Διαθήκη, σελ. 31

     Ἄχ, νὰ εἴχαμε κ' ἐμεῖς τὴν πίστι αὐτὴ τοῦ ἑκατοντάρχου! «Κύριε,», εἶπε, «φθάνει ἕνας λόγος σου γιὰ νὰ κάνῃ καλὰ τὸ δοῦλο μου». Γιατὶ ὁ λόγος τοῦ Χριστοῦ δὲν εἶναι σὰν τοὺς λόγους τῶν ἀνθρώπων. Οἱ ἄνθρωποι δὲν μποροῦν μὲ τὸν λόγο τους νὰ κάνουν ὅ,τι ἔκανε ὁ Χριστός. Εἶνε ἀδύνατο.

 Χίλιες διαταγὲς νὰ δώσουν στὴ φωτιά, ἡ φωτιὰ δὲν θὰ σβήσῃ. Χίλιες διαταγὲς νὰ δώσουν στὴν ἀγριεμένη θάλασσα, ἡ θάλασσα δὲν θὰ γαληνέψῃ. Χίλιες διαταγὲς νὰ δώσουν στὴν ἄψυχη ὕλη, ἡ ὕλη δὲν μπορεῖ νὰ ζωντανέψῃ καὶ νὰ βγῇ ἀπὸ αὐτὴν ὄχι ἄνθρωπος, ὄχι ζῷο, ὄχι πουλί, ἀλλ' οὔτε μιὰ πεταλούδα, οὔτε ἕνα μυρμήγκι. Ποιός τὰ ἔκανε ὅλα αὐτά; Ὁ Χριστός. Πῶς; Μὲ τὸ λόγο του καὶ μόνο. «Εἶπε, καὶ ἐγενήθησαν». (Ψαλμ. 148,5).


     Καὶ ἔχει ὁ λόγος τοῦ Χριστοῦ τέτοια δύναμι, γιατὶ δὲν εἶνε λόγος ἀνθρώπου, ἀλλ' εἶνε λόγος τοῦ Θεοῦ, ποὺ δημιούργησε τὸ σύμπαν καὶ ἦρθε ἐδῶ στὴ γῆ μὲ σῶμα ἀνθρώπινο, καὶ ἐξακολουθεῖ νὰ εἶνε παρὼν μέσα στήν Ἐκκλησία του, ποὺ εἶνε τὸ σῶμα του. 

Ὁ Χριστὸς εἶνε ἡ κεφαλή, ἡ ἀνωτάτη ἀρχὴ καὶ ἐξουσία. Ναί, μπροστὰ στὸν Χριστό, σὰν στρατιῶτες ποὺ περιμένουν διαταγές, στέκονται ὅλα τὰ στοιχεῖα τῆς φύσεως, ὅλα τὰ δημιουργήματα, ὁ ἡλιος, ἡ σελήνη, τὰ ἄστρα, ἡ θάλασσα, οἱ ποταμοί, οἱ ἄνθρωποι, οἱ ἄγγελοι καὶ οἱ ἀρχάγγελοι. Ὅλοι καὶ ὅλα σ' αὐτὸν ὑπακοῦνε, καὶ αὐτὸς κυβερνᾷ τὸ σύμπαν μὲ τοὺς φυσικοὺς καὶ ὑπερφυσικοὺς νόμους. 

Καὶ κάνει θαύματα στὸν οὐρανὸ καὶ στὴ γῆ.  Καὶ ἂν ὑπάρχουν ἄνθρωποι, ποὺ δὲν τὸν πιστεύουν καὶ δὲν θέλουν νὰ κάνουν τὸ θέλημά του, σ' αὐτοὺς θὰ ἔχῃ ἐφαρμογὴ τὸ «Ὄψονται εἰς ὃν ἐξεκέντησαν» (Ζαχ. 12,10 - Ἰωάν. 19,37).

   Ὁ Χριστός, ἀγαπητέ μου, ὁ Χριστός εἶνε ὁ Κύριος, ὁ παντοδύναμος, ὁ πάνσοφος καὶ πανάγαθος Θεός. Αὐτὸ πίστευε ὁ ἑκατόνταρχος τοῦ σημερινοῦ Εὐαγγελίου. Αὐτὸ πίστευαν χιλιάδες καὶ ἑκατομύρια πιστοί, ἄνδρες καὶ γυναῖκες, ποὺ μὲ τὴ βοήθεια τοῦ Χριστοῦ ἔκαναν θαύματα. 

Καὶ ἐρωτῶ· Πιστεύεις ἐσὺ ὅπως ὁ ἑκατόνταρχος; Ἂν πιστεύῃς, δεῖξε κ' ἐσὺ τὴν πίστι σου μὲ τὴν ταπείνωσι καὶ μὲ τὴν ἀγάπη πρὸς τὸν πλησίον, ὅπως τὴν ἔδειξε ὁ ἑκατόνταρχος. Δεῖξε μὲ ἔργα τὴν πίστι σου. Καὶ τότε θὰ δῇς κ' ἐσὺ στὴ ζωή σου σὲ χίλιες περιπτώσεις τὴ δύναμι τοῦ Χριστοῦ καὶ θ' ἀκοῦς τὴν παντοδύναμη φωνή του· «Ὕπαγε, καὶ ὡς ἐπίστευσας γενηθήτω σοι» (Ματθ. 8,13).

Ἐπίσκοπος Αὐγουστῖνος Καντιώτης

Πηγή: Κυριακή, Ἐπισκόπου Αὐγουστίνου Καντιώτου,  σελ. 100-101  (ἀπόσπασμα)

Δευτέρα 30 Ιουνίου 2014

Εὐαγγέλιον τῆς Συνάξεως τῶν Ἁγίων Δώδεκα Άποστόλων

Εὐαγγέλιον κατὰ Ματθαῖον θ' 36 & ι' 1-8

36 Ἰδὼν δὲ τοὺς ὄχλους ἐσπλαγχνίσθη περὶ αὐτῶν ὅτι ἦσαν ἐκλελυμένοι καὶ ἐρριμμένοι ὡς πρόβατα μὴ ἔχοντα ποιμένα. 

1 Καὶ προσκαλεσάμενος τοὺς δώδεκα μαθητὰς αὐτοῦ ἔδωκεν αὐτοῖς ἐξουσίαν πνευμάτων ἀκαθάρτων ὥστε ἐκβάλλειν αὐτὰ καὶ θεραπεύειν πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν. 

2 Τῶν δὲ δώδεκα ἀποστόλων τὰ ὀνόματά εἰσι ταῦτα· πρῶτος Σίμων ὁ λεγόμενος Πέτρος καὶ Ἀνδρέας ὁ ἀδελφὸς αὐτοῦ, Ἰάκωβος ὁ τοῦ Ζεβεδαίου καὶ Ἰωάννης ὁ ἀδελφὸς αὐτοῦ, 

3 Φίλιππος καὶ Βαρθολομαῖος, Θωμᾶς καὶ Ματθαῖος ὁ τελώνης, Ἰάκωβος ὁ τοῦ Ἁλφαίου καὶ Λεββαῖος ὁ ἐπικληθεὶς Θαδδαῖος,

4 Σίμων ὁ Κανανίτης καὶ Ἰούδας ὁ Ἰσκαριώτης ὁ καὶ παραδοὺς αὐτόν.

5 Τούτους τοὺς δώδεκα ἀπέστειλεν ὁ Ἰησοῦς παραγγείλας αὐτοῖς λέγων· εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε, καὶ εἰς πόλιν Σαμαρειτῶν μὴ εἰσέλθητε· 

6 πορεύεσθε δὲ μᾶλλον πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ.

7 πορευόμενοι δὲ κηρύσσετε λέγοντες ὅτι ἤγγικεν ἡ βασιλεία τῶν οὐρανῶν. 

8 ἀσθενοῦντας θεραπεύετε, λεπροὺς καθαρίζετε, νεκροὺς ἐγείρετε, δαιμόνια ἐκβάλλετε· δωρεὰν ἐλάβετε, δωρεὰν δότε.

Πηγές: myriobiblos.gr & Kαινὴ Διαθήκη, σελ. 39-41.

Κυριακή 29 Ιουνίου 2014

Κυριακὴ τῶν Ἁγίων ἐνδόξων Πρωτοκορυφαίων Ἀποστόλων Πέτρου καὶ Παύλου

Εὐαγγέλιον κατὰ Ματθαῖον ιστ' 13-19.
 
13 Ἐλθὼν δὲ ὁ Ἰησοῦς εἰς τὰ μέρη Καισαρείας τῆς Φιλίππου ἠρώτα τοὺς μαθητὰς αὐτοῦ λέγων· τίνα με λέγουσιν οἱ ἄνθρωποι εἶναι τὸν υἱὸν τοῦ ἀνθρώπου; 

14 οἱ δὲ εἶπον· οἱ μὲν Ἰωάννην τὸν βαπτιστήν, ἄλλοι δὲ Ἠλίαν, ἕτεροι δὲ Ἰερεμίαν ἢ ἕνα τῶν προφητῶν. 

15 λέγει αὐτοῖς· ὑμεῖς δὲ τίνα με λέγετε εἶναι;

16 ἀποκριθεὶς δὲ Σίμων Πέτρος εἶπε· Σὺ εἶ ὁ Χριστὸς ὁ υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος. 

17 καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτῷ· μακάριος εἶ, Σίμων Βαριωνᾶ, ὅτι σὰρξ καὶ αἷμα οὐκ ἀπεκάλυψέ σοι, ἀλλ' ὁ πατήρ μου ὁ ἐν τοῖς οὐρανοῖς. 

18 κἀγὼ δέ σοι λέγω ὅτι σὺ εἶ Πέτρος, καὶ ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν ἐκκλησίαν, καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς.

19 καὶ δώσω σοι τὰς κλεῖς τῆς βασιλείας τῶν οὐρανῶν, καὶ ὃ ἐὰν δήσῃς ἐπὶ τῆς γῆς, ἔσται δεδεμένον ἐν τοῖς οὐρανοῖς, καὶ ὃ ἐὰν λύσῃς ἐπὶ τῆς γῆς, ἔσται λελυμένον ἐν τοῖς οὐρανοῖς.
  Πηγή: myriobiblos.gr & Kαινὴ Διαθήκη, σελ. 72-73.


Ὁ Οὐράνιος Πατέρας, ἀγαπητοὶ ἀδελφοί, 

ἀποκάλυψε στὸν Ἀπόστολο Πέτρο 

ὅτι ὁ Ἰησοῦς Χριστὸς 

εἶναι ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος καὶ

αὐτὸ ἀποτελεῖ τὸν θεμέλιο λίθο 

τῆς οἰκοδομῆς 

τῆς Ὀρθοδόξου Χριστιανικῆς Ἐκκλησίας

τὴν ὁποία οὔτε οἱ πύλες τοῦ ᾅδη

δὲν θὰ ὑπερισχύσουν 

καὶ δὲν θὰ τὴν νικήσουν

διότι εἶναι αἰώνια καὶ ἀθάνατη.   

Κυριακή 22 Ιουνίου 2014

Κυριακή Β' Ματθαίου - Ὑπακούεις;

Εὐαγγέλιον κατὰ Ματθαῖον δ' 18-23

18 Περιπατῶν δὲ παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας εἶδεν δύο ἀδελφούς, Σίμωνα τὸν λεγόμενον Πέτρον καὶ Ἀνδρέαν τὸν ἀδελφὸν αὐτοῦ, βάλλοντας ἀμφίβληστρον εἰς τὴν θάλασσαν· ἦσαν γὰρ ἁλιεῖς. 

19 καὶ λέγει αὐτοῖς· δεῦτε ὀπίσω μου, καὶ ποιήσω ὑμᾶς ἁλιεῖς ἀνθρώπων. 20 οἱ δὲ εὐθέως ἀφέντες τὰ δίκτυα ἠκολούθησαν αὐτῷ.

21 Καὶ προβὰς ἐκεῖθεν εἶδεν ἄλλους δύο ἀδελφούς, Ἰάκωβον τὸν τοῦ Ζεβεδαίου καὶ Ἰωάννην τὸν ἀδελφὸν αὐτοῦ, ἐν τῷ πλοίῳ μετὰ Ζεβεδαίου τοῦ πατρὸς αὐτῶν καταρτίζοντας τὰ δίκτυα αὐτῶν· καὶ ἐκάλεσεν αὐτούς. 

22 οἱ δὲ εὐθέως ἀφέντες τὸ πλοῖον καὶ τὸν πατέρα αὐτῶν ἠκολούθησαν αὐτῷ. 

23 Καὶ περιῆγεν ὅλην τὴν Γαλιλαίαν ὁ Ἰησοῦς, διδάσκων ἐν ταῖς συναγωγαῖς αὐτῶν καὶ κηρύσσων τὸ εὐαγγέλιον τῆς βασιλείας καὶ θεραπεύων πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν ἐν τῷ λαῷ.
 Πηγή: myriobiblos.gr & Καινὴ Διαθήκη, σελ. 14-15.

 Ὑπακούεις; 

   ...οἱ τέσσερις ψαρᾶδες τῆς Γαλιλαίας, γιὰ τοὺς ὁποίους μιλάει τὸ σημερινὸ Εὐαγγέλιο, στὴν πρόσκλησι τοῦ Χριστοῦ δὲν ἔφεραν καμμιὰ ἀντίρρησι. Ἔδειξαν μιὰ προθυμία ἀξιοθαύμαστη. Ὑπάκουσαν στὴ φωνὴ τοῦ Χριστοῦ. Ὅλα τὰ ἄφησαν, καὶ δίχτυα καὶ πλοῖα καὶ φίλους καὶ συγγενεῖς καὶ ὅ,τι ἄλλο πρόσωπο ἢ πρᾶγμα ἀγαποῦσαν στὸν κόσμο. 

Γι' αὐτοὺς ἔφτανε τὸ ὅτι θὰ ἔμεναν καντὰ στὸν Χριστό. Πλοῦτος τους ὁ Χριστός. Ἀδελφός τους, φίλος τους, πατέρας τους ὁ Χριστός. Χαρά τους καί εὐτυχία τους ὁ Χριστός. Καί οἱ τέσσερις, ὅπως καὶ οἱ ἄλλοι ὀκτὼ ποὺ κάλεσε ὁ Χριστός, ἔμειναν κοντά του, ἐκτὸς ἀπὸ ἕναν, ποὺ τὸν πρόδωσε καὶ βρῆκε φρικτὸ τέλος.

Ὅλοι πιστοί, ὅλοι ὑπάκουοι στὸν Χριστό. Ὑπάκουοι καὶ στὶς ἐντολές του ἐκεῖνες, ποὺ τὸ μυαλὸ τοῦ ἀνθρώπου δὲν μπορεῖ νὰ καταλάβῃ. Τί, ἦταν μικρὴ καὶ εὔκολη ἡ ἐντολὴ τοῦ Χριστοῦ, ποὺ τοὺς ἔλεγε νὰ πᾶνε στὰ πέρατα τοῦ κόσμου καὶ νὰ κηρύξουν τὸ εὐαγγέλιο χωρὶς κοσμικὴ ὑποστήριξι; 

Κι ὅμως οἱ ἀπόστολοι ξεκίνησαν γιὰ νὰ ἐκτελέσουν τὴν ἐντολὴ τοῦ Χριστοῦ, καὶ ἦταν σὰν πρόβατα μέσα σὲ κοπάδια πεινασμένων καὶ αἱμοβόρων λύκων. Καὶ ὅλοι βρῆκαν μαρτυρικὸ θάνατο. 

Φάνηκαν πιστοὶ καὶ ὑπάκουοι μέχρι θανάτου. Πῶς νὰ μὴ θαυμάσῃ κανεὶς τὴν ὑπακοή τους, τὴν παρρησία τους, τὴν ἀνδρεία καὶ αὐταπάρνησί τους, τὴν ἀπέραντη ἀγάπη καὶ ἀφοσίωσί τους στὸ Χριστό; 

   Ἀλλὰ κ' ἐμεῖς, ἀγαπητοί, εἴμαστε μαθηταὶ τοῦ Χριστοῦ. Εἴμαστε χριστιανοί. Ἀπὸ τὴν ὥρα ποὺ βαφτιστήκαμε φύγαμε ἀπὸ τὸ βασίλειο τοῦ σατανᾶ καὶ γραφτήκαμε στὸν κατάλογο τῶν ἀκολούθων τοῦ Χριστοῦ. Δηλώσαμε μὲ τὸν ἀνάδοχό μας, ὅτι δὲν θὰ κάνουμε πιὰ τὸ θέλημα τοῦ σατανᾶ, ἀλλὰ θὰ κάνουμε τὸ θέλημα τοῦ Χριστοῦ. Θέλημα δικό μας δὲν θὰ ἔχουμε.

Τὸ θέλημα τοῦ Χριστοῦ θὰ εἶνε παραπάνω ἀπ' ὅλα τὰ θελήματα τὰ δικά μας καὶ τῶν ἄλλων ἀνθρώπων. Ἀπόλυτη ὑπακοὴ στὸν Χριστὸ χρωστᾶμε. Γιατὶ ὅ,τι ἐκεῖνος μᾶς διατάζει εἶνε γιὰ τὸ συμφέρον μας, τὸ αἰώνιο συμφέρον μας, καὶ ἀλλοίμονο ἂν δὲν ὑπακούσουμε καὶ δὲν ἐκτελέσουμε ὅ,τι μᾶς συμβουλεύει καὶ μᾶς διατάζει ὁ Χριστός. 

Καὶ γεννιέται τὸ ἐρώτημα· Ὑπακούουμε οἱ σημερινοὶ χριστιανοὶ στὸν Χριστό;...
Ἐπίσκοπος Αὐγουστῖνος Καντιώτης
Πηγή: Κυριακή, Ἐπισκόπου, Αὐγουστῖνου  Ν. Καντιώτου, «Ὁ Σταυρός», σελ. 69 - 70 (ἀπόσπασμα).
   

Κυριακή 15 Ιουνίου 2014

Κυριακὴ τῶν Ἁγίων Πάντων - Ἀρνεῖσαι τὸν Χριστό;

Εὐαγγέλιον κατὰ Ματθαῖον ι' 32-33, 37-38, ιθ' 27-30.

ι' 32 Πᾶς οὖν ὅστις ὁμολογήσει ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, ὁμολογήσω κἀγὼ ἐν αὐτῷ ἔμπροσθεν τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς· 

33 ὅστις δ' ἂν ἀρνήσηταί με ἔμπροσθεν τῶν ἀνθρώπων, ἀρνήσομαι αὐτὸν κἀγὼ ἔμπροσθεν τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς.

37 Ὁ φιλῶν πατέρα ἢ μητέρα ὑπὲρ ἐμὲ οὐκ ἔστι μου ἄξιος· καὶ ὁ φιλῶν υἱὸν ἢ θυγατέρα ὑπὲρ ἐμὲ οὐκ ἔστι μου ἄξιος· 

38 καὶ ὃς οὐ λαμβάνει τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθεῖ ὀπίσω μου, οὐκ ἔστι μου ἄξιος.
 
ιθ' 27 Τότε ἀποκριθεὶς ὁ Πέτρος εἶπεν αὐτῷ· ἰδοὺ ἡμεῖς ἀφήκαμεν πάντα καὶ ἠκολουθήσαμέν σοι· τί ἄρα ἔσται ἡμῖν; 

28 ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· ἀμὴν λέγω ὑμῖν ὅτι ὑμεῖς οἱ ἀκολουθήσαντές μοι, ἐν τῇ παλιγγενεσίᾳ, ὅταν καθίσῃ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπὶ θρόνου δόξης αὐτοῦ, καθίσεσθε καὶ ὑμεῖς ἐπὶ δώδεκα θρόνους κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ. 

29 καὶ πᾶς ὅς ἀφῆκεν οἰκίας ἢ ἀδελφοὺς ἢ ἀδελφὰς ἢ πατέρα ἢ μητέρα ἢ γυναίκα ἢ τέκνα ἢ ἀγροὺς ἕνεκεν τοῦ ὀνόματός μου, ἑκατονταπλασίονα λήψεται καὶ ζωὴν αἰώνιον κληρονομήσει. 

30 Πολλοὶ δὲ ἔσονται πρῶτοι ἔσχατοι καὶ ἔσχατοι πρῶτοι.
                                                                                                                              Πηγές: myriobiblos.gr & Καινὴ Διαθήκη, σελ. 32 & 85
Ἀρνεῖσαι τὸν Χριστό; 

... Φοβερὰ εἶνε τὰ λόγια τοῦ Χριστοῦ. «Ὅποιος», λέει, «θὰ μὲ ὁμολογήσῃ ἐμπρὸς στοὺς ἀνθρώπους, θὰ τὸν ὁμολογήσω κ' ἐγὼ ἐμπρὸς στὸν οὐράνιο Πατέρα. Ὅποιος θὰ μ' ἀρνηθῇ ἐμπρὸς στοὺς ἀνθρώπους, θὰ τὸν ἀρνηθῶ κ' ἐγὼ ἐμπρὸς στὸν οὐράνιο Πατέρα» (Ματθ. 10, 32-33).

   Σύμφωνα μὲ τὰ λόγια αὐτά, ἡ ὁμολογία τοῦ Χριστοῦ ἀξίζει αἰώνιο ἔπαινο, ἐνῷ ἡ ἄρνησι τοῦ Χριστοῦ, ἡ ἄρνησι τῆς ὀρθοδόξου πίστεως, εἶνε ἀξία αἰωνίας κολάσεως. Ὁμολογεῖς τὸν Χριστό; Θὰ σὲ ὁμολογήσῃ κ' ἐκεῖνος. Ἀρνεῖσαι τὸν Χριστό; Θὰ σὲ ἀρνηθῇ κ' ἐκεῖνος. Μικρὸ θεωρεῖς νὰ σ' ἁρνηθῇ ὁ Χριστός; Δὲν σοῦ κάνει αὐτὸ καμμιὰ ἐντύπωσι;...

...Ὁ Χριστὸς εἶνε ὁ Ἥλιος, ποὺ φωτίζει καὶ θερμαίνει. Ὁ Χριστὸς εἶνε τὸ ἀθάνατο Νερό. Ὁ Χριστὸς εἶνε τὸ Δένδρο τῆς ζωῆς. Ὁ Χριστὸς εἶνε τὸ πᾶν. Νὰ σὲ ἀρνηθῇ ὁ Χριστός; Δὲν ὑπάρχει μεγαλύτερη συμφορὰ ἀπὸ αὐτή...  

... Ἀγαπητοί μου! Ὁ Χριστὸς δὲν μᾶς θέλει δειλοὺς καὶ ἄνανδρους. Θέλει νὰ εἴμαστε γενναῖοι καὶ τολμηροί. Θέλει νὰ τὸν ὁμολογοῦμε ὅπου καὶ νὰ βρισκώμαστε. Δὲν πρέπει νὰ μοιάζουμε μὲ τὰ παιδιὰ ποὺ παίζουν κρυφτούλι καὶ κρύβονται.  Ὄχι κρυπτοχριστιανοί. 

Ἀλλὰ χριστιανοὶ μὲ παρρησία καὶ θάρρος, ποὺ μὲ λόγια καὶ μὲ ἔργα θὰ ὁμολογοῦμε τὸν Χριστὸ καὶ θὰ προτιμοῦμε νὰ ξεριζώσουν τὴ γλῶσσα μας, νὰ κόψουν τὸ κεφάλι μας, παρὰ ν' ἀρνηθοῦμε καὶ νὰ βλασφημήσουμε τὸν Σωτῆρα Χριστό. 


Ἐπίσκοπος Αὐγουστῖνος Καντιώτης
Πηγή: Κυριακή, Ἐπισκόπου, Αὐγουστῖνου  Ν. Καντιώτου, «Ὁ Σταυρός», σελ. 63-64 & 66 (3 ἀποσπάσματα).

Δευτέρα 9 Ιουνίου 2014

Ὡς τέκνα φωτὸς περιπατεῖτε - Ἀπόστολος Παῦλος

Ἀποστολικὸ ἀνάγνωσμα τῆς ἑορτῆς τοῦ Ἁγίου Πνεύματος.
 
 Πρὸς Ἐφεσίους ε' 8-19 

8 ἦτε γάρ ποτε σκότος, νῦν δὲ φῶς ἐν Κυρίῳ· ὡς τέκνα φωτὸς περιπατεῖτε· 

9 ὁ γὰρ καρπὸς τοῦ Πνεύματος ἐν πάσῃ ἀγαθωσύνῃ καὶ δικαιοσύνῃ καὶ ἀληθείᾳ· 

10 δοκιμάζοντες τί ἐστιν εὐάρεστον τῷ Κυρίῳ. 

11 καὶ μὴ συγκοινωνεῖτε τοῖς ἔργοις τοῖς ἀκάρποις τοῦ σκότους, μᾶλλον δὲ καὶ ἐλέγχετε· 

12 τὰ γὰρ κρυφῆ γινόμενα ὑπ' αὐτῶν αἰσχρόν ἐστι καὶ λέγειν· 

13 τὰ δὲ πάντα ἐλεγχόμενα ὑπὸ τοῦ φωτὸς φανεροῦται· πᾶν γὰρ τὸ φανερούμενον φῶς ἐστι. 

 14 διὸ λέγει· ἔγειρε ὁ καθεύδων καὶ ἀνάστα ἐκ τῶν νεκρῶν, καὶ ἐπιφαύσει σοι ὁ Χριστός. 

15 Βλέπετε οὖν πῶς ἀκριβῶς περιπατεῖτε, μὴ ὡς ἄσοφοι, ἀλλ' ὡς σοφοί, 

16 ἐξαγοραζόμενοι τὸν καιρόν, ὅτι αἱ ἡμέραι πονηραί εἰσι. 

17 διὰ τοῦτο μὴ γίνεσθε ἄφρονες, ἀλλὰ συνιέντες τί τὸ θέλημα τοῦ Κυρίου. 

 18 καὶ μὴ μεθύσκεσθε οἴνῳ, ἐν ᾧ ἐστιν ἀσωτία, ἀλλὰ πληροῦσθε ἐν Πνεύματι, 

19 λαλοῦντες ἑαυτοῖς ψαλμοῖς καὶ ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς, ᾄδοντες καὶ ψάλλοντες τῇ καρδίᾳ ὑμῶν τῷ Κυρίῳ,

Ἀπόστολος Παῦλος 

Πηγές: myriobiblos.gr & Kαινὴ Διαθήκη, σελ. 77-78.

Κυριακή 8 Ιουνίου 2014

Κυριακή τῆς Πεντηκοστῆς - Ποῦ ἀνήκεις;

Εὐαγγέλιον κατὰ Ἰωάννην ζ' 37-52 & η' 1-2.

37 Ἐν δὲ τῇ ἐσχάτῃ ἡμέρᾳ τῇ μεγάλῃ τῆς ἑορτῆς εἱστήκει ὁ Ἰησοῦς καὶ ἔκραξε λέγων· ἐάν τις διψᾷ, ἐρχέσθω πρός με καὶ πινέτω. 

38 ὁ πιστεύων εἰς ἐμέ, καθὼς εἶπεν ἡ γραφή, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος. 

39 τοῦτο δὲ εἶπε περὶ τοῦ Πνεύματος οὗ ἔμελλον λαμβάνειν οἱ πιστεύοντες εἰς αὐτόν· οὔπω γὰρ ἦν Πνεῦμα Ἅγιον, ὅτι Ἰησοῦς οὐδέπω ἐδοξάσθη. 

40 πολλοὶ οὖν ἐκ τοῦ ὄχλου ἀκούσαντες τὸν λόγον ἔλεγον· οὗτός ἐστιν ἀληθῶς ὁ προφήτης· 

41 ἄλλοι ἔλεγον· οὗτός ἐστιν ὁ Χριστός· ἄλλοι ἔλεγον· μὴ γὰρ ἐκ τῆς Γαλιλαίας ὁ Χριστὸς ἔρχεται; 

42 οὐχὶ ἡ γραφὴ εἶπεν ὅτι ἐκ τοῦ σπέρματος Δαυῒδ καὶ ἀπὸ Βηθλέεμ τῆς κώμης, ὅπου ἦν Δαυῒδ, ὁ Χριστὸς ἔρχεται; 

43 σχίσμα οὖν ἐν τῷ ὄχλῳ ἐγένετο δι' αὐτόν. 

44 τινὲς δὲ ἤθελον ἐξ αὐτῶν πιάσαι αὐτόν, ἀλλ' οὐδεὶς ἐπέβαλεν ἐπ' αὐτὸν τὰς χεῖρας. 

45 Ἦλθον οὖν οἱ ὑπηρέται πρὸς τοὺς ἀρχιερεῖς καὶ Φαρισαίους, καὶ εἶπον αὐτοῖς ἐκεῖνοι· διατί οὐκ ἠγάγετε αὐτόν; 

46 ἀπεκρίθησαν οἱ ὑπηρέται· οὐδέποτε οὕτως ἐλάλησεν ἄνθρωπος, ὡς οὗτος ὁ ἄνθρωπος. 

47 ἀπεκρίθησαν οὖν αὐτοῖς οἱ Φαρισαῖοι· μὴ καὶ ὑμεῖς πεπλάνησθε;

48 μή τις ἐκ τῶν ἀρχόντων ἐπίστευσεν εἰς αὐτὸν ἢ ἐκ τῶν Φαρισαίων; 

49 ἀλλ’ ὁ ὄχλος οὗτος ὁ μὴ γινώσκων τὸν νόμον ἐπικατάρατοί εἰσι! 

50 λέγει Νικόδημος πρὸς αὐτούς, ὁ ἐλθὼν νυκτὸς πρὸς αὐτὸν, εἷς ὢν ἐξ αὐτῶν·

51 μὴ ὁ νόμος ἡμῶν κρίνει τὸν ἄνθρωπον, ἐὰν μὴ ἀκούσῃ παρ' αὐτοῦ πρότερον καὶ γνῷ τί ποιεῖ; 

52 ἀπεκρίθησαν καὶ εἶπον αὐτῷ· μὴ καὶ σὺ ἐκ τῆς Γαλιλαίας εἶ; ἐρεύνησον καὶ ἴδε ὅτι προφήτης ἐκ τῆς Γαλιλαίας οὐκ ἐγήγερται.

1 Ἰησοῦς δὲ ἐπορεύθη εἰς τὸ ὄρος τῶν ἐλαιῶν· 

2 ὄρθρου δὲ πάλιν παρεγένετο εἰς τὸ ἱερόν, καὶ πᾶς ὁ λαὸς ἤρχετο πρὸς αὐτόν· καὶ καθίσας ἐδίδασκεν αὐτούς.
 Πηγές: myriobiblos.gr
Καινὴ Διαθήκη, σελ. 404-406.

Ποῦ ἀνήκεις; 

Ὁ Χριστὸς τὴν τελευταία μέρα τῆς γιορτῆς  ὕψωσε τὴ φωνὴ Του καὶ εἶπε· «Ἐὰν τὶς διψᾷ, ἐρχέσθω πρός με καὶ πινέτω» (Ἰωάν. 7,37). Ὅποιος διψᾷ, ἂς ἔρθῃ σ' ἐμένα.

Ἀλήθεια! Μόνο κοντά στόν Χριστό ὑπάρχει ἡ ἱκανοποίηση καὶ ἡ ἀνάπαυσι τοῦ ἀνθρώπου. Πουθενὰ ἀλλοῦ ὁ ἄνθρωπος δὲν μπορεῖ νά σβήσῃ τὴ δίψα ποὺ αἰσθάνεται ἡ ψυχὴ γιὰ τὴν ἀλήθεια, τὴ δικαιοσύνη καὶ τὴν ἀγάπη, γιὰ ὅ,τι μεγάλο καὶ ὑψηλό...
                                                 
   ...Ἔτσι ἀπὸ τὴ διδασκαλία τοῦ Χριστοῦ σχηματίζονται δύο παρατάξεις. Ἡ μία εἶνε οἱ ἄνθρωποι ποὺ πιστεύουν στὸν Χριστό. Τὸν ἀκοῦνε καὶ ἀγωνίζονται νὰ ἐφαρμόσουν στὴ ζωή τους τὴ θεία Του διδασκαλία. 
Ἡ ἄλλη παράταξη εἶνε οἱ ἄνθρωποι ποὺ δὲν πιστεύουν στὸν Χριστό. Αὐτοὶ μὲ κάθε τρόπο προσπαθοῦν νὰ ξεφύγουν  ἀπὸ τὴν πνευματική Του ἐξουσία, νὰ κάνουν τὰ ἀντίθετα ἀπὸ ὅ,τι Ἐκεῖνος διατάζει.

Καὶ ἐπειδὴ ὁ σατανᾶς κυριαρχεῖ στὶς ψυχές τους, γι' αὐτὸ μισοῦν τὸν Χριστό...

   ...Δύο παρατάξεις! Σύ, ἀγαπητέ, πού ἀκοῦς τὰ λόγια αὐτά, σὲ ποιά κατηγορία ἀνήκεις; Εἶσαι φίλος ἤ ἐχθρὸς τοῦ Χριστοῦ; Ἕνα ἀπὸ τὰ δύο θὰ εἶσαι· ἢ πιστὸς ἢ ἄπιστος.

Εἴθε ἡ χάρις τοῦ παναγίου Πνεύματος, ποὺ γιορτάζουμε, νὰ μᾶς φωτίζῃ, ὥστε ν' ἀνήκουμε στὴν ἁγία παράταξι τῶν πιστῶν, καὶ πιστεύοντας εἰλικρινὰ στὸν Χριστὸ νὰ διακηρύττουμε κ' ἐμεῖς· «Οὐδέποτε οὕτως ἐλάλησεν ἄνθρωπος, ὡς οὗτος ὁ ἄνθρωπος» (ἔ.ἀ.). 

Ἐπίσκοπος Αὐγουστῖνος Καντιώτης 
Πηγή: Κυριακή, Ἐπισκόπου, Αὐγουστῖνου  Ν. Καντιώτου, «Ὁ Σταυρός», σελ. 57-60 (3 ἀποσπάσματα)