«Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον». Ἰησοῦς Χριστός (Ἰωάν. ιστ΄33).

Εμφάνιση αναρτήσεων με ετικέτα Ἁγία Γραφή. Εμφάνιση όλων των αναρτήσεων
Εμφάνιση αναρτήσεων με ετικέτα Ἁγία Γραφή. Εμφάνιση όλων των αναρτήσεων

Κυριακή 15 Ιουνίου 2014

Κυριακὴ τῶν Ἁγίων Πάντων - Ἀρνεῖσαι τὸν Χριστό;

Εὐαγγέλιον κατὰ Ματθαῖον ι' 32-33, 37-38, ιθ' 27-30.

ι' 32 Πᾶς οὖν ὅστις ὁμολογήσει ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, ὁμολογήσω κἀγὼ ἐν αὐτῷ ἔμπροσθεν τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς· 

33 ὅστις δ' ἂν ἀρνήσηταί με ἔμπροσθεν τῶν ἀνθρώπων, ἀρνήσομαι αὐτὸν κἀγὼ ἔμπροσθεν τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς.

37 Ὁ φιλῶν πατέρα ἢ μητέρα ὑπὲρ ἐμὲ οὐκ ἔστι μου ἄξιος· καὶ ὁ φιλῶν υἱὸν ἢ θυγατέρα ὑπὲρ ἐμὲ οὐκ ἔστι μου ἄξιος· 

38 καὶ ὃς οὐ λαμβάνει τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθεῖ ὀπίσω μου, οὐκ ἔστι μου ἄξιος.
 
ιθ' 27 Τότε ἀποκριθεὶς ὁ Πέτρος εἶπεν αὐτῷ· ἰδοὺ ἡμεῖς ἀφήκαμεν πάντα καὶ ἠκολουθήσαμέν σοι· τί ἄρα ἔσται ἡμῖν; 

28 ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· ἀμὴν λέγω ὑμῖν ὅτι ὑμεῖς οἱ ἀκολουθήσαντές μοι, ἐν τῇ παλιγγενεσίᾳ, ὅταν καθίσῃ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπὶ θρόνου δόξης αὐτοῦ, καθίσεσθε καὶ ὑμεῖς ἐπὶ δώδεκα θρόνους κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ. 

29 καὶ πᾶς ὅς ἀφῆκεν οἰκίας ἢ ἀδελφοὺς ἢ ἀδελφὰς ἢ πατέρα ἢ μητέρα ἢ γυναίκα ἢ τέκνα ἢ ἀγροὺς ἕνεκεν τοῦ ὀνόματός μου, ἑκατονταπλασίονα λήψεται καὶ ζωὴν αἰώνιον κληρονομήσει. 

30 Πολλοὶ δὲ ἔσονται πρῶτοι ἔσχατοι καὶ ἔσχατοι πρῶτοι.
                                                                                                                              Πηγές: myriobiblos.gr & Καινὴ Διαθήκη, σελ. 32 & 85
Ἀρνεῖσαι τὸν Χριστό; 

... Φοβερὰ εἶνε τὰ λόγια τοῦ Χριστοῦ. «Ὅποιος», λέει, «θὰ μὲ ὁμολογήσῃ ἐμπρὸς στοὺς ἀνθρώπους, θὰ τὸν ὁμολογήσω κ' ἐγὼ ἐμπρὸς στὸν οὐράνιο Πατέρα. Ὅποιος θὰ μ' ἀρνηθῇ ἐμπρὸς στοὺς ἀνθρώπους, θὰ τὸν ἀρνηθῶ κ' ἐγὼ ἐμπρὸς στὸν οὐράνιο Πατέρα» (Ματθ. 10, 32-33).

   Σύμφωνα μὲ τὰ λόγια αὐτά, ἡ ὁμολογία τοῦ Χριστοῦ ἀξίζει αἰώνιο ἔπαινο, ἐνῷ ἡ ἄρνησι τοῦ Χριστοῦ, ἡ ἄρνησι τῆς ὀρθοδόξου πίστεως, εἶνε ἀξία αἰωνίας κολάσεως. Ὁμολογεῖς τὸν Χριστό; Θὰ σὲ ὁμολογήσῃ κ' ἐκεῖνος. Ἀρνεῖσαι τὸν Χριστό; Θὰ σὲ ἀρνηθῇ κ' ἐκεῖνος. Μικρὸ θεωρεῖς νὰ σ' ἁρνηθῇ ὁ Χριστός; Δὲν σοῦ κάνει αὐτὸ καμμιὰ ἐντύπωσι;...

...Ὁ Χριστὸς εἶνε ὁ Ἥλιος, ποὺ φωτίζει καὶ θερμαίνει. Ὁ Χριστὸς εἶνε τὸ ἀθάνατο Νερό. Ὁ Χριστὸς εἶνε τὸ Δένδρο τῆς ζωῆς. Ὁ Χριστὸς εἶνε τὸ πᾶν. Νὰ σὲ ἀρνηθῇ ὁ Χριστός; Δὲν ὑπάρχει μεγαλύτερη συμφορὰ ἀπὸ αὐτή...  

... Ἀγαπητοί μου! Ὁ Χριστὸς δὲν μᾶς θέλει δειλοὺς καὶ ἄνανδρους. Θέλει νὰ εἴμαστε γενναῖοι καὶ τολμηροί. Θέλει νὰ τὸν ὁμολογοῦμε ὅπου καὶ νὰ βρισκώμαστε. Δὲν πρέπει νὰ μοιάζουμε μὲ τὰ παιδιὰ ποὺ παίζουν κρυφτούλι καὶ κρύβονται.  Ὄχι κρυπτοχριστιανοί. 

Ἀλλὰ χριστιανοὶ μὲ παρρησία καὶ θάρρος, ποὺ μὲ λόγια καὶ μὲ ἔργα θὰ ὁμολογοῦμε τὸν Χριστὸ καὶ θὰ προτιμοῦμε νὰ ξεριζώσουν τὴ γλῶσσα μας, νὰ κόψουν τὸ κεφάλι μας, παρὰ ν' ἀρνηθοῦμε καὶ νὰ βλασφημήσουμε τὸν Σωτῆρα Χριστό. 


Ἐπίσκοπος Αὐγουστῖνος Καντιώτης
Πηγή: Κυριακή, Ἐπισκόπου, Αὐγουστῖνου  Ν. Καντιώτου, «Ὁ Σταυρός», σελ. 63-64 & 66 (3 ἀποσπάσματα).

Δευτέρα 9 Ιουνίου 2014

Ὡς τέκνα φωτὸς περιπατεῖτε - Ἀπόστολος Παῦλος

Ἀποστολικὸ ἀνάγνωσμα τῆς ἑορτῆς τοῦ Ἁγίου Πνεύματος.
 
 Πρὸς Ἐφεσίους ε' 8-19 

8 ἦτε γάρ ποτε σκότος, νῦν δὲ φῶς ἐν Κυρίῳ· ὡς τέκνα φωτὸς περιπατεῖτε· 

9 ὁ γὰρ καρπὸς τοῦ Πνεύματος ἐν πάσῃ ἀγαθωσύνῃ καὶ δικαιοσύνῃ καὶ ἀληθείᾳ· 

10 δοκιμάζοντες τί ἐστιν εὐάρεστον τῷ Κυρίῳ. 

11 καὶ μὴ συγκοινωνεῖτε τοῖς ἔργοις τοῖς ἀκάρποις τοῦ σκότους, μᾶλλον δὲ καὶ ἐλέγχετε· 

12 τὰ γὰρ κρυφῆ γινόμενα ὑπ' αὐτῶν αἰσχρόν ἐστι καὶ λέγειν· 

13 τὰ δὲ πάντα ἐλεγχόμενα ὑπὸ τοῦ φωτὸς φανεροῦται· πᾶν γὰρ τὸ φανερούμενον φῶς ἐστι. 

 14 διὸ λέγει· ἔγειρε ὁ καθεύδων καὶ ἀνάστα ἐκ τῶν νεκρῶν, καὶ ἐπιφαύσει σοι ὁ Χριστός. 

15 Βλέπετε οὖν πῶς ἀκριβῶς περιπατεῖτε, μὴ ὡς ἄσοφοι, ἀλλ' ὡς σοφοί, 

16 ἐξαγοραζόμενοι τὸν καιρόν, ὅτι αἱ ἡμέραι πονηραί εἰσι. 

17 διὰ τοῦτο μὴ γίνεσθε ἄφρονες, ἀλλὰ συνιέντες τί τὸ θέλημα τοῦ Κυρίου. 

 18 καὶ μὴ μεθύσκεσθε οἴνῳ, ἐν ᾧ ἐστιν ἀσωτία, ἀλλὰ πληροῦσθε ἐν Πνεύματι, 

19 λαλοῦντες ἑαυτοῖς ψαλμοῖς καὶ ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς, ᾄδοντες καὶ ψάλλοντες τῇ καρδίᾳ ὑμῶν τῷ Κυρίῳ,

Ἀπόστολος Παῦλος 

Πηγές: myriobiblos.gr & Kαινὴ Διαθήκη, σελ. 77-78.

Κυριακή 8 Ιουνίου 2014

Κυριακή τῆς Πεντηκοστῆς - Ποῦ ἀνήκεις;

Εὐαγγέλιον κατὰ Ἰωάννην ζ' 37-52 & η' 1-2.

37 Ἐν δὲ τῇ ἐσχάτῃ ἡμέρᾳ τῇ μεγάλῃ τῆς ἑορτῆς εἱστήκει ὁ Ἰησοῦς καὶ ἔκραξε λέγων· ἐάν τις διψᾷ, ἐρχέσθω πρός με καὶ πινέτω. 

38 ὁ πιστεύων εἰς ἐμέ, καθὼς εἶπεν ἡ γραφή, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος. 

39 τοῦτο δὲ εἶπε περὶ τοῦ Πνεύματος οὗ ἔμελλον λαμβάνειν οἱ πιστεύοντες εἰς αὐτόν· οὔπω γὰρ ἦν Πνεῦμα Ἅγιον, ὅτι Ἰησοῦς οὐδέπω ἐδοξάσθη. 

40 πολλοὶ οὖν ἐκ τοῦ ὄχλου ἀκούσαντες τὸν λόγον ἔλεγον· οὗτός ἐστιν ἀληθῶς ὁ προφήτης· 

41 ἄλλοι ἔλεγον· οὗτός ἐστιν ὁ Χριστός· ἄλλοι ἔλεγον· μὴ γὰρ ἐκ τῆς Γαλιλαίας ὁ Χριστὸς ἔρχεται; 

42 οὐχὶ ἡ γραφὴ εἶπεν ὅτι ἐκ τοῦ σπέρματος Δαυῒδ καὶ ἀπὸ Βηθλέεμ τῆς κώμης, ὅπου ἦν Δαυῒδ, ὁ Χριστὸς ἔρχεται; 

43 σχίσμα οὖν ἐν τῷ ὄχλῳ ἐγένετο δι' αὐτόν. 

44 τινὲς δὲ ἤθελον ἐξ αὐτῶν πιάσαι αὐτόν, ἀλλ' οὐδεὶς ἐπέβαλεν ἐπ' αὐτὸν τὰς χεῖρας. 

45 Ἦλθον οὖν οἱ ὑπηρέται πρὸς τοὺς ἀρχιερεῖς καὶ Φαρισαίους, καὶ εἶπον αὐτοῖς ἐκεῖνοι· διατί οὐκ ἠγάγετε αὐτόν; 

46 ἀπεκρίθησαν οἱ ὑπηρέται· οὐδέποτε οὕτως ἐλάλησεν ἄνθρωπος, ὡς οὗτος ὁ ἄνθρωπος. 

47 ἀπεκρίθησαν οὖν αὐτοῖς οἱ Φαρισαῖοι· μὴ καὶ ὑμεῖς πεπλάνησθε;

48 μή τις ἐκ τῶν ἀρχόντων ἐπίστευσεν εἰς αὐτὸν ἢ ἐκ τῶν Φαρισαίων; 

49 ἀλλ’ ὁ ὄχλος οὗτος ὁ μὴ γινώσκων τὸν νόμον ἐπικατάρατοί εἰσι! 

50 λέγει Νικόδημος πρὸς αὐτούς, ὁ ἐλθὼν νυκτὸς πρὸς αὐτὸν, εἷς ὢν ἐξ αὐτῶν·

51 μὴ ὁ νόμος ἡμῶν κρίνει τὸν ἄνθρωπον, ἐὰν μὴ ἀκούσῃ παρ' αὐτοῦ πρότερον καὶ γνῷ τί ποιεῖ; 

52 ἀπεκρίθησαν καὶ εἶπον αὐτῷ· μὴ καὶ σὺ ἐκ τῆς Γαλιλαίας εἶ; ἐρεύνησον καὶ ἴδε ὅτι προφήτης ἐκ τῆς Γαλιλαίας οὐκ ἐγήγερται.

1 Ἰησοῦς δὲ ἐπορεύθη εἰς τὸ ὄρος τῶν ἐλαιῶν· 

2 ὄρθρου δὲ πάλιν παρεγένετο εἰς τὸ ἱερόν, καὶ πᾶς ὁ λαὸς ἤρχετο πρὸς αὐτόν· καὶ καθίσας ἐδίδασκεν αὐτούς.
 Πηγές: myriobiblos.gr
Καινὴ Διαθήκη, σελ. 404-406.

Ποῦ ἀνήκεις; 

Ὁ Χριστὸς τὴν τελευταία μέρα τῆς γιορτῆς  ὕψωσε τὴ φωνὴ Του καὶ εἶπε· «Ἐὰν τὶς διψᾷ, ἐρχέσθω πρός με καὶ πινέτω» (Ἰωάν. 7,37). Ὅποιος διψᾷ, ἂς ἔρθῃ σ' ἐμένα.

Ἀλήθεια! Μόνο κοντά στόν Χριστό ὑπάρχει ἡ ἱκανοποίηση καὶ ἡ ἀνάπαυσι τοῦ ἀνθρώπου. Πουθενὰ ἀλλοῦ ὁ ἄνθρωπος δὲν μπορεῖ νά σβήσῃ τὴ δίψα ποὺ αἰσθάνεται ἡ ψυχὴ γιὰ τὴν ἀλήθεια, τὴ δικαιοσύνη καὶ τὴν ἀγάπη, γιὰ ὅ,τι μεγάλο καὶ ὑψηλό...
                                                 
   ...Ἔτσι ἀπὸ τὴ διδασκαλία τοῦ Χριστοῦ σχηματίζονται δύο παρατάξεις. Ἡ μία εἶνε οἱ ἄνθρωποι ποὺ πιστεύουν στὸν Χριστό. Τὸν ἀκοῦνε καὶ ἀγωνίζονται νὰ ἐφαρμόσουν στὴ ζωή τους τὴ θεία Του διδασκαλία. 
Ἡ ἄλλη παράταξη εἶνε οἱ ἄνθρωποι ποὺ δὲν πιστεύουν στὸν Χριστό. Αὐτοὶ μὲ κάθε τρόπο προσπαθοῦν νὰ ξεφύγουν  ἀπὸ τὴν πνευματική Του ἐξουσία, νὰ κάνουν τὰ ἀντίθετα ἀπὸ ὅ,τι Ἐκεῖνος διατάζει.

Καὶ ἐπειδὴ ὁ σατανᾶς κυριαρχεῖ στὶς ψυχές τους, γι' αὐτὸ μισοῦν τὸν Χριστό...

   ...Δύο παρατάξεις! Σύ, ἀγαπητέ, πού ἀκοῦς τὰ λόγια αὐτά, σὲ ποιά κατηγορία ἀνήκεις; Εἶσαι φίλος ἤ ἐχθρὸς τοῦ Χριστοῦ; Ἕνα ἀπὸ τὰ δύο θὰ εἶσαι· ἢ πιστὸς ἢ ἄπιστος.

Εἴθε ἡ χάρις τοῦ παναγίου Πνεύματος, ποὺ γιορτάζουμε, νὰ μᾶς φωτίζῃ, ὥστε ν' ἀνήκουμε στὴν ἁγία παράταξι τῶν πιστῶν, καὶ πιστεύοντας εἰλικρινὰ στὸν Χριστὸ νὰ διακηρύττουμε κ' ἐμεῖς· «Οὐδέποτε οὕτως ἐλάλησεν ἄνθρωπος, ὡς οὗτος ὁ ἄνθρωπος» (ἔ.ἀ.). 

Ἐπίσκοπος Αὐγουστῖνος Καντιώτης 
Πηγή: Κυριακή, Ἐπισκόπου, Αὐγουστῖνου  Ν. Καντιώτου, «Ὁ Σταυρός», σελ. 57-60 (3 ἀποσπάσματα)

Κυριακή 1 Ιουνίου 2014

Κυριακὴ τῶν 318 Θεοφόρων Πατέρων τῆς Α' Οἰκουμενικῆς Συνόδου - Ἡ αἰώνιος ζωὴ

Εὐαγγέλιον κατὰ Ἰωάννην ιζ' 1-13.
 
1 Ταῦτα ἐλάλησεν Ἰησοῦς, καὶ ἐπῆρε τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τὸν οὐρανὸν καὶ εἶπε· Πάτερ, ἐλήλυθεν ἡ ὥρα· δόξασόν σου τὸν υἱόν, ἵνα καὶ ὁ υἱὸς σου δοξάσῃ σέ,

2 καθὼς ἔδωκας αὐτῷ ἐξουσίαν πάσης σαρκός, ἵνα πᾶν ὃ δέδωκας αὐτῷ δώσῃ αὐτοῖς ζωὴν αἰώνιον.

3 αὕτη δέ ἐστιν ἡ αἰώνιος ζωή, ἵνα γινώσκωσιν σὲ τὸν μόνον ἀληθινὸν Θεὸν καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν.

4 ἐγώ σε ἐδόξασα ἐπὶ τῆς γῆς, τὸ ἔργον ἐτελειώσα ὃ δέδωκάς μοι ἵνα ποιήσω·

5 καὶ νῦν δόξασόν με σύ, Πάτερ, παρὰ σεαυτῷ τῇ δόξῃ ᾗ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ σοί.

6 Ἐφανέρωσά σου τὸ ὄνομα τοῖς ἀνθρώποις οὓς δέδωκάς μοι ἐκ τοῦ κόσμου. σοὶ ἦσαν καὶ ἐμοὶ αὐτοὺς δέδωκας, καὶ τὸν λόγον σου τετηρήκασι.

7 νῦν ἔγνωκαν ὅτι πάντα ὅσα δέδωκάς μοι παρὰ σοῦ ἐστιν·

8 ὅτι τὰ ῥήματα ἃ δέδωκάς μοι δέδωκα αὐτοῖς, καὶ αὐτοὶ ἔλαβον καὶ ἔγνωσαν ἀληθῶς ὅτι παρὰ σοῦ ἐξῆλθον, καὶ ἐπίστευσαν ὅτι σύ με ἀπέστειλας.

9 Ἐγὼ περὶ αὐτῶν ἐρωτῶ· οὐ περὶ τοῦ κόσμου ἐρωτῶ ἀλλὰ περὶ ὧν δέδωκάς μοι, ὅτι σοί εἰσι,

10 καὶ τὰ ἐμὰ πάντα σά ἐστιν καὶ τὰ σὰ ἐμά, καὶ δεδόξασμαι ἐν αὐτοῖς.

11 καὶ οὐκέτι εἰμὶ ἐν τῷ κόσμῳ, καὶ οὗτοι ἐν τῷ κόσμῳ εἰσί, καὶ ἐγὼ πρὸς σὲ ἔρχομαι. Πάτερ ἅγιε, τήρησον αὐτοὺς ἐν τῷ ὀνόματί σου οὓς δέδωκάς μοι, ἵνα ὦσιν ἓν καθὼς ἡμεῖς.

12 ὅτε ἤμην μετ' αὐτῶν ἐν τῷ κόσμῳ, ἐγὼ ἐτήρουν αὐτοὺς ἐν τῷ ὀνόματί σου· οὓς δέδωκάς μοι ἐφύλαξα, καὶ οὐδεὶς ἐξ αὐτῶν ἀπώλετο εἰ μὴ ὁ υἱὸς τῆς ἀπωλείας, ἵνα ἡ γραφὴ πληρωθῇ.

13 νῦν δὲ πρὸς σὲ ἔρχομαι, καὶ ταῦτα λαλῶ ἐν τῷ κόσμῳ ἵνα ἔχωσι τὴν χαρὰν τὴν ἐμὴν πεπληρωμένην ἐν αὑτοῖς.
 Πηγές: myriobiblos.gr & Καινή Διαθήκη, σελ. 453

Ἡ αἰώνιος ζωὴ
   
    ...Ἕνας ἀπὸ τοὺς λόγους τοῦ Χριστοῦ εἶνε ὁ λόγος γιὰ τὴ βασιλεία τῶν οὐρανῶν.  Ἔτσι ὠνόμασε ὁ Χριστὸς τὴ ζωή, ποὺ ἔφερε στὸν κόσμο. Ἡ νέα αὐτὴ ζωὴ ἀρχίζει ἀπὸ τὴ στιγμή, ποὺ ὁ ἄνθρωπος θὰ πιστέψη στὸν Χριστὸ καὶ θὰ μετανοήσῃ. 

Ἀπὸ τὴ στιγμή αὐτὴ μέσ' τὴν καρδιὰ τοῦ ἀνθρώπου ἔρχεται μιὰ χαρά, ποὺ δὲν μπορεῖ κανεὶς νὰ τὴν περιγράψῃ.  Μόνο αὐτοὶ ποὺ πιστεύουν στὸν Χριστὸ καὶ μετανοοῦν, αἰσθάνονται τί θὰ πῇ ἡ χαρὰ αὐτή.  Εἶνε χαρὰ πνευματική. Εἶναι ἡ χαρὰ τοῦ ἀσώτου παιδιοῦ, ποὺ γυρίζει στὸ πατρικό του σπίτι. 

Εἶνε ἡ χαρὰ τοῦ ἐξορίστου, ποὺ ἐπιστρέφει κοντὰ στοὺς δικούς του.  Εἶνε ἡ χαρὰ τοῦ ξενιτεμένου, ποὺ γυρίζει στὴ γλυκειά του πατρίδα.  Καὶ αὐτὴ ἡ χαρὰ εἶνε μιὰ σταγόνα μπροστὰ στὸν ὠκεανὸ τῆς χαρᾶς, ποὺ θὰ δοκιμάσουν τὰ παιδιά τοῦ Θεοῦ, ὅταν φύγουν ἀπὸ τὴ ζωὴ αὐτὴ καὶ θὰ φτάσουν στὴν οὐράνια πατρίδα, καὶ θ' ἀνοιχθοῦν οἱ πόρτες τῆς πόλεως τοῦ Θεοῦ, τῆς ἄνω Ἰερουσαλήμ.

     Μακάριοι εἶνε ὅσοι θὰ εἰσέλθουν στὴν ἄνω Ἰερουσαλήμ.  Ὁ Χριστὸς τὸ βεβαιώνει. Κανεὶς δὲν πρέπει ν' ἀμφιβάλλῃ.  Ἄνθρωπε! Ὅσο εἶσαι βέβαιος ὅτι ὑπάρχει Νέα Ὑόρκη, τόσο βέβαιος νὰ εἶσαι ὅτι ὑπάρχει ἡ ἄνω Ἰερουσαλημ, ἡ πόλις τοῦ Θεοῦ, ἡ βασιλεία τοῦ Θεοῦ, ἡ αἰώνια ζωὴ καὶ μακαριότητα. 

Αὐτὸ κηρύττει ὁ Χριστὸς στὸ σημερινὸ Εὐαγγέλιο· «Αὕτη ἐστὶν ἡ αἰώνιος ζωή, ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν Θεὸν καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν» (Ἰωάν. 17,3).

Ἐπίσκοπος Αὐγουστῖνος Καντιώτης

Πηγή: Κυριακή, ἐπισκόπου Αύγουστῖνου Καντιώτου, σελ. 53 (ἀπόσπασμα).

Τετάρτη 28 Μαΐου 2014

Πιστεύετε εἰς τὸ φῶς, ἵνα υἱοὶ φωτὸς γένησθε - Ἰησοῦς Χριστὸς

Εὐαγγέλιον τῆς ἀποδόσεως τοῦ Πάσχα, 
κατὰ Ἰωάννην ιβ' 36-47.
36 ἕως τὸ φῶς ἔχετε, πιστεύετε εἰς τὸ φῶς, ἵνα υἱοὶ φωτὸς γένησθε. Ταῦτα ἐλάλησεν Ἰησοῦς, καὶ ἀπελθὼν ἐκρύβη ἀπ' αὐτῶν. 

37 Τοσαῦτα δὲ αὐτοῦ σημεῖα πεποιηκότος ἔμπροσθεν αὐτῶν οὐκ ἐπίστευον εἰς αὐτόν,

38 ἵνα ὁ λόγος Ἡσαΐου τοῦ προφήτου πληρωθῇ ὃν εἶπε· Κύριε, τίς ἐπίστευσε τῇ ἀκοῇ ἡμῶν; καὶ ὁ βραχίων Κυρίου τίνι ἀπεκαλύφθη; 

39 διὰ τοῦτο οὐκ ἠδύναντο πιστεύειν, ὅτι πάλιν εἶπεν Ἡσαΐας·

 40 τετύφλωκεν αὐτῶν τοὺς ὀφθαλμοὺς καὶ πεπώρωκεν αὐτῶν τὴν καρδίαν, ἵνα μὴ ἴδωσι τοῖς ὀφθαλμοῖς καὶ νοήσωσι τῇ καρδίᾳ καὶ ἐπιστραφῶσι, καὶ ἰάσομαι αὐτούς.

41 ταῦτα εἶπεν Ἡσαΐας ὅτε εἶδεν τὴν δόξαν αὐτοῦ καὶ ἐλάλησε περὶ αὐτοῦ.

42 ὅμως μέντοι καὶ ἐκ τῶν ἀρχόντων πολλοὶ ἐπίστευσαν εἰς αὐτόν, ἀλλὰ διὰ τοὺς Φαρισαίους οὐχ ὡμολόγουν, ἵνα μὴ ἀποσυνάγωγοι γένωνται· 

43 ἠγάπησαν γὰρ τὴν δόξαν τῶν ἀνθρώπων μᾶλλον ἤπερ τὴν δόξαν τοῦ Θεοῦ. 

44 Ἰησοῦς δὲ ἔκραξε καὶ εἶπεν· ὁ πιστεύων εἰς ἐμὲ οὐ πιστεύει εἰς ἐμὲ, ἀλλ' εἰς τὸν πέμψαντά με, 

45 καὶ ὁ θεωρῶν ἐμὲ θεωρεῖ τὸν πέμψαντά με.

46 ἐγὼ φῶς εἰς τὸν κόσμον ἐλήλυθα, ἵνα πᾶς ὁ πιστεύων εἰς ἐμὲ ἐν τῇ σκοτίᾳ μὴ μείνῃ. 

47 καὶ ἐάν τίς μου ἀκούσῃ τῶν ῥημάτων καὶ μὴ πιστεύσῃ, ἐγὼ οὐ κρίνω αὐτόν· οὐ γὰρ ἦλθον ἵνα κρίνω τὸν κόσμον, ἀλλ' ἵνα σώσω τὸν κόσμον. 

Ἰησοῦς Χριστὸς 
 Πηγές: myriobiblos.gr & Kαινὴ Διαθήκη, «Ὁ Σωτὴρ», σελ. 434-435.

Κυριακή 25 Μαΐου 2014

Κυριακὴ τοῦ τυφλοῦ - Ὁ Δημιουργός μας

Εὐαγγέλιον κατὰ Ἰωάννην θ' 1-38
1 Καὶ παράγων εἶδεν ἄνθρωπον τυφλὸν ἐκ γενετῆς· 

2 καὶ ἠρώτησαν αὐτὸν οἱ μαθηταὶ αὐτοῦ λέγοντες· ῥαββί, τίς ἥμαρτεν, οὗτος ἢ οἱ γονεῖς αὐτοῦ, ἵνα τυφλὸς γεννηθῇ; 

3 ἀπεκρίθη Ἰησοῦς· οὔτε οὗτος ἥμαρτεν οὔτε οἱ γονεῖς αὐτοῦ, ἀλλ' ἵνα φανερωθῇ τὰ ἔργα τοῦ Θεοῦ ἐν αὐτῷ.

 4 ἐμὲ δεῖ ἐργάζεσθαι τὰ ἔργα τοῦ πέμψαντός με ἕως ἡμέρα ἐστίν· ἔρχεται νὺξ ὅτε οὐδεὶς δύναται ἐργάζεσθαι. 

5 ὅταν ἐν τῷ κόσμῳ ὦ, φῶς εἰμι τοῦ κόσμου. 

6 ταῦτα εἰπὼν ἔπτυσεν χαμαὶ καὶ ἐποίησε πηλὸν ἐκ τοῦ πτύσματος, καὶ ἐπέχρισε τὸν πηλὸν ἐπὶ τοὺς ὀφθαλμοὺς τοῦ τυφλοῦ 

7 καὶ εἶπεν αὐτῷ· ὕπαγε νίψαι εἰς τὴν κολυμβήθραν τοῦ Σιλωάμ, ὃ ἑρμηνεύεται ἀπεσταλμένος. ἀπῆλθεν οὖν καὶ ἐνίψατο, καὶ ἦλθε βλέπων. 

8 Οἱ οὖν γείτονες καὶ οἱ θεωροῦντες αὐτὸν τὸ πρότερον ὅτι τυφλὸς ἦν, ἔλεγον· οὐχ οὗτός ἐστιν ὁ καθήμενος καὶ προσαιτῶν; 

9 ἄλλοι ἔλεγον ὅτι οὗτός ἐστιν· ἄλλοι δὲ ὅτι ὅμοιος αὐτῷ ἐστιν. ἐκεῖνος ἔλεγεν ὅτι ἐγώ εἰμι. 

10 ἔλεγον οὖν αὐτῷ· πῶς ἀνεῴχθησάν σου οἱ ὀφθαλμοί; 

11 ἀπεκρίθη ἐκεῖνος καὶ εἶπεν· ἄνθρωπος λεγόμενος Ἰησοῦς πηλὸν ἐποίησε καὶ ἐπέχρισέ μου τοὺς ὀφθαλμοὺς καὶ εἶπέ μοι· ὕπαγε εἰς τὴν κολυμβήθραν τοῦ Σιλωὰμ καὶ νίψαι· ἀπελθὼν δὲ καὶ νιψάμενος ἀνέβλεψα. 

12 εἶπον οὖν αὐτῷ· ποῦ ἐστιν ἐκεῖνος; λέγει· οὐκ οἶδα. 

13 Ἄγουσιν αὐτὸν πρὸς τοὺς Φαρισαίους, τόν ποτε τυφλόν. 

14 ἦν δὲ σάββατον ὅτε τὸν πηλὸν ἐποίησεν ὁ Ἰησοῦς καὶ ἀνέῳξεν αὐτοῦ τοὺς ὀφθαλμούς. 

15 πάλιν οὖν ἠρώτων αὐτὸν καὶ οἱ Φαρισαῖοι πῶς ἀνέβλεψεν. ὁ δὲ εἶπεν αὐτοῖς· πηλὸν ἐπέθηκέ μου ἐπὶ τοὺς ὀφθαλμούς, καὶ ἐνιψάμην, καὶ βλέπω.

16 ἔλεγον οὖν ἐκ τῶν Φαρισαίων τινές· οὗτος ὁ ἄνθρωπος οὐκ ἔστι παρὰ τοῦ Θεοῦ, ὅτι τὸ σάββατον οὐ τηρεῖ. ἄλλοι ἔλεγον· πῶς δύναται ἄνθρωπος ἁμαρτωλὸς τοιαῦτα σημεῖα ποιεῖν; καὶ σχίσμα ἦν ἐν αὐτοῖς. 

17 λέγουσι τῷ τυφλῷ πάλιν· σὺ τί λέγεις περὶ αὐτοῦ, ὅτι ἤνοιξέ σου τοὺς ὀφθαλμούς; ὁ δὲ εἶπεν ὅτι προφήτης ἐστίν. 

18 οὐκ ἐπίστευσαν οὖν οἱ Ἰουδαῖοι περὶ αὐτοῦ ὅτι τυφλὸς ἦν καὶ ἀνέβλεψεν, ἕως ὅτου ἐφώνησαν τοὺς γονεῖς αὐτοῦ τοῦ ἀναβλέψαντος 

19 καὶ ἠρώτησαν αὐτοὺς λέγοντες· οὗτός ἐστιν ὁ υἱὸς ὑμῶν, ὃν ὑμεῖς λέγετε ὅτι τυφλὸς ἐγεννήθη; πῶς οὖν ἄρτι βλέπει;

20 ἀπεκρίθησαν δὲ αὐτοῖς οἱ γονεῖς αὐτοῦ καὶ εἶπον· οἴδαμεν ὅτι οὗτός ἐστιν ὁ υἱὸς ἡμῶν καὶ ὅτι τυφλὸς ἐγεννήθη· 

21 πῶς δὲ νῦν βλέπει οὐκ οἴδαμεν, ἢ τίς ἤνοιξεν αὐτοῦ τοὺς ὀφθαλμοὺς ἡμεῖς οὐκ οἴδαμεν· αὐτὸς ἡλικίαν ἔχει, αὐτὸν ἐρωτήσατε, αὐτὸς περὶ ἑαυτοῦ λαλήσει. 

22 ταῦτα εἶπον οἱ γονεῖς αὐτοῦ, ὅτι ἐφοβοῦντο τοὺς Ἰουδαίους· ἤδη γὰρ συνετέθειντο οἱ Ἰουδαῖοι ἵνα, ἐάν τις ὁμολογήσῃ Χριστόν, ἀποσυνάγωγος γένηται.

23 διὰ τοῦτο οἱ γονεῖς αὐτοῦ εἶπον ὅτι ἡλικίαν ἔχει, αὐτὸν ἐρωτήσατε. 

24 ἐφώνησαν οὖν ἐκ δευτέρου τὸν ἄνθρωπον ὃς ἦν τυφλός, καὶ εἶπον αὐτῷ· δὸς δόξαν τῷ Θεῷ· ἡμεῖς οἴδαμεν ὅτι ὁ ἄνθρωπος οὗτος ἁμαρτωλός ἐστιν. 

25 ἀπεκρίθη οὖν ἐκεῖνος καὶ εἶπεν· εἰ ἁμαρτωλός ἐστιν οὐκ οἶδα· ἓν οἶδα, ὅτι τυφλὸς ὢν ἄρτι βλέπω. 

26 εἶπον δὲ αὐτῷ πάλιν· τί ἐποίησέ σοι; πῶς ἤνοιξέ σου τοὺς ὀφθαλμούς; 

27 ἀπεκρίθη αὐτοῖς· εἶπον ὑμῖν ἤδη, καὶ οὐκ ἠκούσατε· τί πάλιν θέλετε ἀκούειν; μὴ καὶ ὑμεῖς θέλετε αὐτοῦ μαθηταὶ γενέσθαι; 

28 ἐλοιδόρησαν αὐτὸν καὶ εἶπον· σὺ εἶ μαθητὴς ἐκείνου· ἡμεῖς δὲ τοῦ Μωϋσέως ἐσμὲν μαθηταί. 

29 ἡμεῖς οἴδαμεν ὅτι Μωϋσεῖ λελάληκεν ὁ Θεός· τοῦτον δὲ οὐκ οἴδαμεν πόθεν ἐστίν. 

30 ἀπεκρίθη ὁ ἄνθρωπος καὶ εἶπεν αὐτοῖς· ἐν γὰρ τούτῳ θαυμαστόν ἐστιν, ὅτι ὑμεῖς οὐκ οἴδατε πόθεν ἐστί, καὶ ἀνέῳξέ μου τοὺς ὀφθαλμούς. 

31 οἴδαμεν δὲ ὅτι ἁμαρτωλῶν ὁ Θεὸς οὐκ ἀκούει, ἀλλ' ἐάν τις θεοσεβὴς ᾖ καὶ τὸ θέλημα αὐτοῦ ποιῇ, τούτου ἀκούει. 

32 ἐκ τοῦ αἰῶνος οὐκ ἠκούσθη ὅτι ἤνοιξέ τις ὀφθαλμοὺς τυφλοῦ γεγεννημένου· 

33 εἰ μὴ ἦν οὗτος παρὰ Θεοῦ, οὐκ ἠδύνατο ποιεῖν οὐδέν. 

34 ἀπεκρίθησαν καὶ εἶπον αὐτῷ· ἐν ἁμαρτίαις σὺ ἐγεννήθης ὅλος, καὶ σὺ διδάσκεις ἡμᾶς; καὶ ἐξέβαλον αὐτὸν ἔξω. 

35 Ἤκουσεν ὁ Ἰησοῦς ὅτι ἐξέβαλον αὐτὸν ἔξω, καὶ εὑρὼν αὐτὸν εἶπεν αὐτῷ· σὺ πιστεύεις εἰς τὸν υἱὸν τοῦ Θεοῦ; 

36 ἀπεκρίθη ἐκεῖνος καὶ εἶπε· καὶ τίς ἐστι, Κύριε, ἵνα πιστεύσω εἰς αὐτόν; 

37 εἶπε δὲ αὐτῷ ὁ Ἰησοῦς· καὶ ἑώρακας αὐτὸν καὶ ὁ λαλῶν μετὰ σοῦ ἐκεῖνός ἐστιν. 

38 ὁ δὲ ἔφη· πιστεύω, Κύριε· καὶ προσεκύνησεν αὐτῷ. 
Πηγές: myriobiblos.gr
Καινή Διαθήκη, «Ὁ Σωτήρ», σελ. 414-418.

  
     ... Αὐτὸν τὸν τυφλὸ θεράπευσε ὁ Χριστός. Τὸν θεράπευσε; Δὲν ἀκριβολογοῦμε. Θεράπευσε θὰ λέγαμε, ἂν ὁ τυφλὸς εἶχε μάτια βλαμμένα ἀπὸ ἀσθένεια. Ἀλλ'  ὁ τυφλὸς αὐτός, ὅπως εἴπαμε, δὲν εἶχε καθόλου μάτια. Ἀδειανὲς ἦταν οἱ κόγχες. 

Καὶ ὁ Χριστὸς μὲ τὸ θαῦμα ποὺ ἔκανε δημιούργησε τὰ μάτια. Ἀπίστευτο φαίνεται; Ἀλλ' ὁ Χριστός, ποὺ ἔκανε τὸ θαῦμα τοῦ Εὐαγγελίου, εἶνε ὁ ἴδιος, ποὺ ὄχι μόνο μάτια ἔκανε, ἀλλὰ καὶ αὐτιὰ καὶ χέρια καὶ πόδια καὶ πνευμόνια καὶ νεφρὰ καὶ καρδιὲς καὶ νεῦρα καὶ κόκκαλα καὶ ὅλα τὰ ἀξιοθαύμαστα ὄργανα τοῦ σώματος τοῦ ἀνθρώπου. 

Ἔκανε τὸ ἀνθρώπινο σῶμα. Ἒ λοιπόν, αὐτὸς ποὺ κατασκεύασε ὅλο τὸ ἀνθρώπινο σῶμα, δὲν μποροῦσε νὰ κατασκευάσῃ ἕνα μόνο μέρος, τὰ μάτια; 

   Ὁ Χριστός, λέει τὸ Εὐαγγέλιο, ἔφτυσε κάτω, καὶ μὲ τὸ σάλιο του ἔκανε λίγη λάσπη, πῆρε τὴ λάσπη, ἔχρισε μ' αὐτὴ τὸν τυφλὸ στὰ μάτια καὶ τὸν ἔστειλε νὰ νιφτῇ σὲ μιὰ δεξαμενή. Καὶ πῆγε, νίφτηκε καὶ ἀμέσως εἶδε. 

   Ἔτσι ὁ Χριστὸς δίδαξε, ὅτι εἶνε αὐτὸς ποὺ ἀπὸ χῶμα δημιούργησε τὸ ἀνθρώπινο σῶμα.  Ὕλη, λάσπη εἶνε ὅλο τὸ ἀνθρώπινο σῶμα. Ἀλλὰ μέσα στὸ σῶμα αὐτὸ μὲ τὰ θαυμάσια ὄργανα του ὑπάρχει ἡ εἰκόνα τοῦ Θεοῦ. Ὑπάρχει ἡ ἀθάνατη ψυχή. Ἡ ψυχὴ δὲν εἶνε ὕλη. Εἶνε πνεῦμα. Ἡ ὕλη φθείρεται καὶ καταστρέφεται, ἀλλὰ τὸ πνεῦμα δὲν καταστρέφεται...

   ... Ἄπιστοι! Σᾶς παρακαλοῦμε, πλησιάστε τὸν τυφλὸ ποὺ ἔκανε καλὰ ὁ Χριστός. Οἱ παλαιοί σας συνάδελφοι, οἱ ἄπιστοι τῆς ἐποχῆς ἐκείνης, δὲν ἤθελαν νὰ πιστέψουν στὸ θαῦμα ποὺ ἔκανε ὁ Χριστός, καὶ μὲ λόγια δικολαβικὰ προσπαθοῦσαν νὰ μεταβάλουν τὰ πράγματα, νὰ σκοτίσουν τὸν ἥλιο, καὶ νὰ κάνουν καὶ τοὺς ἄλλους νὰ μὴν πιστεύουν στὸ Χριστό. 

Τυφλοὶ αὐτοί, τυφλὸ ἤθελαν νὰ κάνουν καὶ ὅλο τὸν κόσμο. Ἀλλ' ὁ τυφλός, ποὺ εἶδε τὸ φῶς του, μὲ τὶς ἀπαντήσεις ποὺ ἔδωσε τοὺς ἀποστόμωσε, τοὺς νίκησε, τοὺς ξευτέλισε. Τὸ μεγάλο ἐπιχείρημα ἦταν ἡ προσωπική του πεῖρα. Εἶδε πάνω του τὴ δύναμη τοῦ Χριστοῦ. Εἶδε τὸ θαῦμα. Καὶ γι' αὐτὸ ἐλέγχει τοὺς ἀπίστους· «Δὲν ἀκούω τί μοῦ λέτε. Ἕνα ξέρω· ἤμουν τυφλὸς καὶ τώρα βλέπω. Μὲ ἔκανε καλὰ ὁ Χριστός. Χίλιες δόξες νὰ ἔχῃ».

Ὁ Χριστὸς εἶνε τὸ φῶς τοῦ κόσμου.   
    
Ἐπίσκοπος Αὐγουστῖνος Καντιώτης

Πηγή: Κυριακή, Ἐπισκόπου Αὐγουστίνου Καντιώτου,«Ὁ Σταυρός» σελ. 45-46 & 47-48 (2 ἀποσπάσματα).

Κυριακή 18 Μαΐου 2014

Κυριακή τῆς Σαμαρείτιδος - «Ἐλᾶτε στὸν Χριστό»

Εὐαγγέλιον κατά Ἰωάννην δ' 5-42

5 ἔρχεται οὖν εἰς πόλιν τῆς Σαμαρείας λεγομένην Συχάρ, πλησίον τοῦ χωρίου ὃ ἔδωκεν ᾿Ιακὼβ ᾿Ιωσὴφ τῷ υἱῷ αὐτοῦ·  

6 ἦν δὲ ἐκεῖ πηγὴ τοῦ ᾿Ιακώβ. ὁ οὖν ᾿Ιησοῦς κεκοπιακὼς ἐκ τῆς ὁδοιπορίας ἐκαθέζετο οὕτως ἐπὶ τῇ πηγῇ· ὥρα ἦν ὡσεὶ ἕκτη.  

7 ἔρχεται γυνὴ ἐκ τῆς Σαμαρείας ἀντλῆσαι ὕδωρ. λέγει αὐτῇ ὁ ᾿Ιησοῦς· δός μοι πιεῖν.  

8 οἱ γὰρ μαθηταὶ αὐτοῦ ἀπεληλύθεισαν εἰς τὴν πόλιν ἵνα τροφὰς ἀγοράσωσι.  

9 λέγει οὖν αὐτῷ ἡ γυνὴ ἡ Σαμαρεῖτις· πῶς σὺ ᾿Ιουδαῖος ὢν παρ' ἐμοῦ πιεῖν αἰτεῖς, οὔσης γυναικὸς Σαμαρείτιδος; οὐ γὰρ συγχρῶνται ᾿Ιουδαῖοι Σαμαρείταις.  

10 ἀπεκρίθη ᾿Ιησοῦς καὶ εἶπεν αὐτῇ· εἰ ᾔδεις τὴν δωρεὰν τοῦ Θεοῦ, καὶ τίς ἐστιν ὁ λέγων σοι, δός μοι πιεῖν, σὺ ἂν ᾔτησας αὐτόν, καὶ ἔδωκεν ἄν σοι ὕδωρ ζῶν.  

11 λέγει αὐτῷ ἡ γυνή· Κύριε, οὔτε ἄντλημα ἔχεις, καὶ τὸ φρέαρ ἐστὶ βαθύ· πόθεν οὖν ἔχεις τὸ ὕδωρ τὸ ζῶν;  

12 μὴ σὺ μείζων εἶ τοῦ πατρὸς ἡμῶν ᾿Ιακώβ, ὃς ἔδωκεν ἡμῖν τὸ φρέαρ, καὶ αὐτὸς ἐξ αὐτοῦ ἔπιε καὶ οἱ υἱοὶ αὐτοῦ καὶ τὰ θρέμματα αὐτοῦ;  

13 ἀπεκρίθη ᾿Ιησοῦς καὶ εἶπεν αὐτῇ· πᾶς ὁ πίνων ἐκ τοῦ ὕδατος τούτου διψήσει πάλιν·  

14 ὃς δι' ἂν πίῃ ἐκ τοῦ ὕδατος οὗ ἐγὼ δώσω αὐτῷ, οὐ μὴ διψήσῃ εἰς τὸν αἰῶνα, ἀλλὰ τὸ ὕδωρ ὃ δώσω αὐτῷ, γενήσεται ἐν αὐτῷ πηγὴ ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον.  

15 λέγει πρὸς αὐτὸν ἡ γυνή· Κύριε, δός μοι τοῦτο τὸ ὕδωρ, ἵνα μὴ διψῶ μηδὲ ἔρχωμαι ἐνθάδε ἀντλεῖν.  

16 λέγει αὐτῇ ὁ ᾿Ιησοῦς· ὕπαγε φώνησον τὸν ἄνδρα σου καὶ ἐλθὲ ἐνθάδε.  

17 ἀπεκρίθη ἡ γυνὴ καὶ εἶπεν· οὐκ ἔχω ἄνδρα. λέγει αὐτῇ ὁ ᾿Ιησοῦς· καλῶς εἶπας ὅτι ἄνδρα οὐκ ἔχω·  

18 πέντε γὰρ ἄνδρας ἔσχες, καὶ νῦν ὃν ἔχεις οὐκ ἔστι σου ἀνήρ· τοῦτο ἀληθὲς εἴρηκας.  

19 λέγει αὐτῷ ἡ γυνή· Κύριε, θεωρῶ ὅτι προφήτης εἶ σύ.  

20 οἱ πατέρες ἡμῶν ἐν τῷ ὄρει τούτῳ προσεκύνησαν· καὶ ὑμεῖς λέγετε ὅτι ἐν ῾Ιεροσολύμοις ἐστὶν ὁ τόπος ὅπου δεῖ προσκυνεῖν.  

21 λέγει αὐτῇ ὁ ᾿Ιησοῦς· γύναι, πίστευσόν μοι ὅτι ἔρχεται ὥρα ὅτε οὔτε ἐν τῷ ὄρει τούτῳ οὔτε ἐν ῾Ιεροσολύμοις προσκυνήσετε τῷ Πατρί.  

22 ὑμεῖς προσκυνεῖτε ὃ οὐκ οἴδατε, ἡμεῖς προσκυνοῦμεν ὃ οἴδαμεν· ὅτι ἡ σωτηρία ἐκ τῶν ᾿Ιουδαίων ἐστίν.  

23 ἀλλ' ἔρχεται ὥρα, καὶ νῦν ἐστιν, ὅτε οἱ ἀληθινοὶ προσκυνηταὶ προσκυνήσουσι τῷ Πατρὶ ἐν πνεύματι καὶ ἀληθείᾳ· καὶ γὰρ ὁ Πατὴρ τοιούτους ζητεῖ τοὺς προσκυνοῦντας αὐτόν.  

24 πνεῦμα ὁ Θεός, καὶ τοὺς προσκυνοῦντας αὐτὸν ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν.  

25 λέγει αὐτῷ ἡ γυνή· οἶδα ὅτι Μεσσίας ἔρχεται ὁ λεγόμενος Χριστός· ὅταν ἔλθῃ ἐκεῖνος, ἀναγγελεῖ ἡμῖν πάντα.  

26 λέγει αὐτῇ ὁ ᾿Ιησοῦς· ἐγώ εἰμι ὁ λαλῶν σοι.  

27 καὶ ἐπὶ τούτῳ ἦλθον οἱ μαθηταὶ αὐτοῦ, καὶ ἐθαύμασαν ὅτι μετὰ γυναικὸς ἐλάλει· οὐδεὶς μέντοι εἶπε, τί ζητεῖς ἢ τί λαλεῖς μετ' αὐτῆς;  

28 ᾿Αφῆκεν οὖν τὴν ὑδρίαν αὐτῆς ἡ γυνὴ καὶ ἀπῆλθεν εἰς τὴν πόλιν, καὶ λέγει τοῖς ἀνθρώποις·  

29 δεῦτε ἴδετε ἄνθρωπον ὃς εἶπέ μοι πάντα ὅσα ἐποίησα· μήτι οὗτός ἐστιν ὁ Χριστός;  

30 ἐξῆλθον οὖν ἐκ τῆς πόλεως καὶ ἤρχοντο πρὸς αὐτόν. 

31 ᾿Εν δὲ τῷ μεταξὺ ἠρώτων αὐτὸν οἱ μαθηταὶ λέγοντες· ραββί, φάγε.  

32 ὁ δὲ εἶπεν αὐτοῖς· ἐγὼ βρῶσιν ἔχω φαγεῖν, ἣν ὑμεῖς οὐκ οἴδατε.  

33 ἔλεγον οὖν οἱ μαθηταὶ πρὸς ἀλλήλους· μή τις ἤνεγκεν αὐτῷ φαγεῖν;  34 λέγει αὐτοῖς ὁ ᾿Ιησοῦς· ἐμὸν βρῶμά ἐστιν ἵνα ποιῶ τὸ θέλημα τοῦ πέμψαντός με καὶ τελειώσω αὐτοῦ τὸ ἔργον.  

35 οὐχ ὑμεῖς λέγετε ὅτι ἔτι τετράμηνός ἐστι καὶ ὁ θερισμὸς ἔρχεται; ἰδοὺ λέγω ὑμῖν, ἐπάρατε τοὺς ὀφθαλμοὺς ὑμῶν καὶ θεάσασθε τὰς χώρας, ὅτι λευκαί εἰσι πρὸς θερισμὸν ἤδη.  

36 καὶ ὁ θερίζων μισθὸν λαμβάνει καὶ συνάγει καρπὸν εἰς ζωὴν αἰώνιον, ἵνα καὶ ὁ σπείρων ὁμοῦ χαίρῃ καὶ ὁ θερίζων.  

37 ἐν γὰρ τούτῳ ὁ λόγος ἐστὶν ὁ ἀληθινός, ὅτι ἄλλος ἐστὶν ὁ σπείρων καὶ ἄλλος ὁ θερίζων.  

38 ἐγὼ ἀπέστειλα ὑμᾶς θερίζειν ὃ οὐχ ὑμεῖς κεκοπιάκατε· ἄλλοι κεκοπιάκασι, καὶ ὑμεῖς εἰς τὸν κόπον αὐτῶν εἰσεληλύθατε.  

39 ᾿Εκ δὲ τῆς πόλεως ἐκείνης πολλοὶ ἐπίστευσαν εἰς αὐτὸν τῶν Σαμαρειτῶν διὰ τὸν λόγον τῆς γυναικός, μαρτυρούσης ὅτι εἶπέ μοι πάντα ὅσα ἐποίησα.  

40 ὡς οὖν ἦλθον πρὸς αὐτὸν οἱ Σαμαρεῖται, ἠρώτων αὐτὸν μεῖναι παρ' αὐτοῖς· καὶ ἔμεινεν ἐκεῖ δύο ἡμέρας.  

41 καὶ πολλῷ πλείους ἐπίστευσαν διὰ τὸν λόγον αὐτοῦ,  

42 τῇ τε γυναικὶ ἔλεγον ὅτι οὐκέτι διὰ τὴν σὴν λαλιὰν πιστεύομεν· αὐτοὶ γὰρ ἀκηκόαμεν, καὶ οἴδαμεν ὅτι οὗτός ἐστιν ἀληθῶς ὁ σωτὴρ τοῦ κόσμου ὁ Χριστός.  
Πηγές: myriobiblos.gr
Καινή Διαθήκη, σελ. 381-385.


     ... Τί διδασκόμαστε, ἀγαπητοί μου; Νά μιμηθοῦμε κ' ἐμεῖς τή Σαμαρείτισσα. Νά πιστέψουμε κ' ἐμεῖς στὸν Χριστό, ὅπως πίστεψε ἐκείνη. Νά πιστέψουμε μὲ ὅλη τὴν καρδιά μας. Νά μετανοήσουμε, ν' ἀφήσουμε τὴν ἁμαρτωλὴ ζωή. Νὰ τρέξουμε κ' ἐμεῖς σὰν τὴ Σαμαρείτισσα, νὰ πᾶμε νὰ βροῦμε τοὺς ἀνθρώπους τῆς Σαμάρειας, τοὺς ἀνθρώπους δηλαδὴ ποὺ εἶνε γεμᾶτοι προλήψεις καὶ δεισιδαιμονίες, ποὺ δὲν γνωρίζουν τὸν Χριστό, τοὺς ἀνθρώπους ποὺ δὲν δοκίμασαν πόσο ὄμορφη καὶ γλυκειὰ εἶνε ἡ ζωὴ κοντὰ στὸν Χριστό. 

Οἱ ἄνθρωποι αὐτοὶ δὲν κατοικοῦν μακριά μας. Δὲν εἶνε ἀνάγκη νὰ βαδίσουμε χιλιόμετρα γιὰ νὰ τοὺς βροῦμε. Ὄχι. Εἶνε κοντά μας. Εἶνε οἱ φίλοι μας. Εἶνε οἱ συγγενεῖς μας. Εἶνε οἱ συγχωριανοί μας. Εἶνε ἴσως ὁ πατέρας, ὁ σύζυγος, τὰ παιδιά. 

Σ' ὅλους αὐτοὺς νὰ ποῦμε τὸν λόγο τῆς Σαμαρείτισσας· «Ἐλᾶτε στὸν Χριστό». Κι ὅταν ἔρθουν κοντὰ στὸν Χριστό, μόνοι τους πιὰ θὰ πεισθοῦν, ὅτι ὁ Χριστὸς εἶνε ὁ ἀληθινὸς Σωτήρας τοῦ κόσμου. 
   
Ἐπίσκοπος Αὐγουστῖνος Καντιώτης

Πηγή: Κυριακή, Ἐπισκόπου Αὐγουστίνου Καντιώτου,«Ὁ Σταυρός» σελ. 41  (ἀπόσπασμα).

Τετάρτη 14 Μαΐου 2014

Εὐαγγέλιον Μεσοπεντηκοστῆς - Μὴ κρίνετε κατ' ὄψιν

Eὐαγγέλιον κατὰ Ἰωάννην ζ' 14-30

Στίχ. 14-30 Ὁ Κύριος διδάσκει μὲ θείαν ἐξουσίαν.
 
14 Ἤδη δὲ τῆς ἑορτῆς μεσούσης ἀνέβη ὁ Ἰησοῦς εἰς τὸ ἱερὸν καὶ ἐδίδασκε. 

15 καὶ ἐθαύμαζον οἱ Ἰουδαῖοι λέγοντες· πῶς οὗτος γράμματα οἶδε μὴ μεμαθηκώς; 

16 ἀπεκρίθη οὖν αὐτοῖς ὁ Ἰησοῦς καὶ εἶπεν· ἡ ἐμὴ διδαχὴ οὐκ ἔστιν ἐμὴ, ἀλλὰ τοῦ πέμψαντός με· 

17 ἐάν τις θέλῃ τὸ θέλημα αὐτοῦ ποιεῖν, γνώσεται περὶ τῆς διδαχῆς, πότερον ἐκ τοῦ Θεοῦ ἐστιν ἢ ἐγὼ ἀπ' ἐμαυτοῦ λαλῶ. 

18 ὁ ἀφ' ἑαυτοῦ λαλῶν τὴν δόξαν τὴν ἰδίαν ζητεῖ, ὁ δὲ ζητῶν τὴν δόξαν τοῦ πέμψαντος αὐτόν, οὗτος ἀληθής ἐστι, καὶ ἀδικία ἐν αὐτῷ οὐκ ἔστιν. 

19 οὐ Μωϋσῆς δέδωκεν ὑμῖν τὸν νόμον; καὶ οὐδεὶς ἐξ ὑμῶν ποιεῖ τὸν νόμον. τί με ζητεῖτε ἀποκτεῖναι; 

20 ἀπεκρίθη ὁ ὄχλος καὶ εἶπε· δαιμόνιον ἔχεις· τίς σε ζητεῖ ἀποκτεῖναι; 

21 ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτοῖς· ἓν ἔργον ἐποίησα, καὶ πάντες θαυμάζετε διὰ τοῦτο.

22 Μωϋσῆς δέδωκεν ὑμῖν τὴν περιτομήν, οὐχ ὅτι ἐκ τοῦ Μωϋσέως ἐστίν, ἀλλ' ἐκ τῶν πατέρων, καὶ ἐν σαββάτῳ περιτέμνετε ἄνθρωπον. 

23 εἰ περιτομὴν λαμβάνει ἄνθρωπος ἐν σαββάτῳ, ἵνα μὴ λυθῇ ὁ νόμος Μωϋσέως, ἐμοὶ χολᾶτε ὅτι ὅλον ἄνθρωπον ὑγιῆ ἐποίησα ἐν σαββάτῳ! 

24 μὴ κρίνετε κατ' ὄψιν, ἀλλὰ τὴν δικαίαν κρίσιν κρίνατε. 

25 Ἔλεγον οὖν τινες ἐκ τῶν Ἱεροσολυμιτῶν· οὐχ οὗτός ἐστιν ὃν ζητοῦσιν ἀποκτεῖναι; 

26 καὶ ἴδε παρρησίᾳ λαλεῖ, καὶ οὐδὲν αὐτῷ λέγουσι. μήποτε ἀληθῶς ἔγνωσαν οἱ ἄρχοντες ὅτι οὗτός ἐστιν ἀληθῶς ὁ Χριστός; 

27 ἀλλὰ τοῦτον οἴδαμεν πόθεν ἐστίν· ὁ δὲ Χριστὸς ὅταν ἔρχηται, οὐδεὶς γινώσκει πόθεν ἐστίν. 

28 ἔκραξεν οὖν ἐν τῷ ἱερῷ διδάσκων ὁ Ἰησοῦς καὶ λέγων· κἀμὲ οἴδατε, καὶ οἴδατε πόθεν εἰμί· καὶ ἀπ' ἐμαυτοῦ οὐκ ἐλήλυθα, ἀλλ' ἔστιν ἀληθινὸς ὁ πέμψας με, ὃν ὑμεῖς οὐκ οἴδατε· 

29 ἐγὼ οἶδα αὐτόν, ὅτι παρ' αὐτοῦ εἰμι κἀκεῖνός με ἀπέστειλεν. 

30 Ἐζήτουν οὖν αὐτὸν πιάσαι, καὶ οὐδεὶς ἐπέβαλεν ἐπ' αὐτὸν τὴν χεῖρα, ὅτι οὔπω ἐληλύθει ἡ ὥρα αὐτοῦ.

Πηγές: myriobiblos.gr & Καινὴ διαθήκη, Ὁ Σωτήρ, σελ. 402-403.

Κυριακή 11 Μαΐου 2014

Κυριακή τοῦ παραλύτου - Ὁ Μεγάλος Ἰατρὸς

Εὐαγγέλιον κατὰ Ἰωάννην ε' 1-15.
1 Μετὰ ταῦτα ἦν ἡ ἑορτὴ τῶν Ἰουδαίων, καὶ ἀνέβη ὁ Ἰησοῦς εἰς Ἱεροσόλυμα. 

2 ἔστι δὲ ἐν τοῖς Ἱεροσολύμοις ἐπὶ τῇ προβατικῇ κολυμβήθρα, ἡ ἐπιλεγομένη Ἑβραϊστὶ Βηθεσδά, πέντε στοὰς ἔχουσα. 

3 ἐν ταύταις κατέκειτο πλῆθος πολὺ τῶν ἀσθενούντων, τυφλῶν, χωλῶν, ξηρῶν, ἐκδεχομένων τὴν τοῦ ὕδατος κίνησιν. 

4 ἄγγελος γὰρ κατὰ καιρὸν κατέβαινεν ἐν τῇ κολυμβήθρᾳ, καὶ ἐταράσσε τὸ ὕδωρ· ὁ οὖν πρῶτος ἐμβὰς μετὰ τὴν ταραχὴν τοῦ ὕδατος ὑγιὴς ἐγίνετο ᾧ δήποτε κατείχετο νοσήματι. 

5 ἦν δέ τις ἄνθρωπος ἐκεῖ τριάκοντα καὶ ὀκτὼ ἔτη ἔχων ἐν τῇ ἀσθενείᾳ αὐτοῦ. 

6 τοῦτον ἰδὼν ὁ Ἰησοῦς κατακείμενον, καὶ γνοὺς ὅτι πολὺν ἤδη χρόνον ἔχει, λέγει αὐτῷ· Θέλεις ὑγιὴς γενέσθαι; 

7 ἀπεκρίθη αὐτῷ ὁ ἀσθενῶν· Κύριε, ἄνθρωπον οὐκ ἔχω, ἵνα ὅταν ταραχθῇ τὸ ὕδωρ, βάλῃ με εἰς τὴν κολυμβήθραν· ἐν ᾧ δὲ ἔρχομαι ἐγὼ, ἄλλος πρὸ ἐμοῦ καταβαίνει.

8 λέγει αὐτῷ ὁ Ἰησοῦς· ἔγειρε, ἆρον τὸν κράβαττόν σου καὶ περιπάτει.

9 καὶ εὐθέως ἐγένετο ὑγιὴς ὁ ἄνθρωπος, καὶ ἦρε τὸν κράβαττον αὐτοῦ καὶ περιεπάτει. ἦν δὲ σάββατον ἐν ἐκείνῃ τῇ ἡμέρᾳ. 

10 ἔλεγον οὖν οἱ Ἰουδαῖοι τῷ τεθεραπευμένῳ· σάββατόν ἐστιν· οὐκ ἔξεστί σοι ἆραι τὸν κράβαττον. 

11 ἀπεκρίθη αὐτοῖς· Ὁ ποιήσας με ὑγιῆ, ἐκεῖνός μοι εἶπεν· ἆρον τὸν κράβαττόν σου καὶ περιπάτει. 

12 ἠρώτησαν οὖν αὐτόν· τίς ἐστιν ὁ ἄνθρωπος ὁ εἰπών σοι, ἆρον τὸν κράβαττόν σου καὶ περιπάτει; 

13 ὁ δὲ ἰαθεὶς οὐκ ᾔδει τίς ἐστιν· ὁ γὰρ Ἰησοῦς ἐξένευσεν ὄχλου ὄντος ἐν τῷ τόπῳ. 

14 μετὰ ταῦτα εὑρίσκει αὐτὸν ὁ Ἰησοῦς ἐν τῷ ἱερῷ καὶ εἶπεν αὐτῷ· ἴδε ὑγιὴς γέγονας· μηκέτι ἁμάρτανε, ἵνα μὴ χεῖρόν σοί τι γένηται. 

15 ἀπῆλθεν ὁ ἄνθρωπος καὶ ἀνήγγειλε τοῖς Ἰουδαίοις ὅτι Ἰησοῦς ἐστιν ὁ ποιήσας αὐτὸν ὑγιῆ.
Πηγές: myriobiblos.gr,
Καινὴ Διαθήκη, σελ. 387 & 388.

    
           ...Ἂν εἴχαμε μάτια ἀγγέλων καὶ βλεπαμε τί κατορθώνει ἡ θεία χάρις μὲ τὸ ἱερὸ βάπτισμα, θὰ βλέπαμε, ὅτι προτοῦ μπῇ στὸ νερὸ τῆς κολυμβήθρας ὁ ἀβάπτιστος εἶνε μαῦρος στὴν ψυχὴ σὰν τὸν ἀράπη. Ὅταν ὅμως βαπτισθῆ στὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, τότε, ὢ τότε, βγαίνοντας ἀπὸ τὸ νερὸ τῆς κολυμβήθρας, βγαίνει ἄσπρος στὴν ψυχὴ σὰν τὸ χιόνι. Δὲν ἔχει ἐπάνω του καμμιὰ ἁμαρτία. Δὲν τὸν βαραίνει καμμιὰ ἐνοχή. Λούστηκε, καθαρίστηκε, ἔγινε παιδὶ τοῦ Θεοῦ, καὶ λάμπει ὁλόκληρος. 

Καὶ ἂν πεθάνῃ μετὰ τὸ βάπτισμα, πηγαίνει στὸν παράδεισο γιὰ νὰ ζῇ ἐκεῖ αἰώνια μὲ ἀγγέλους καὶ ἀρχαγγέλους. Γι' αὐτὸ οἱ γονεῖς, ποὺ τὰ μικρά τους παιδιὰ πεθαίνουν βαπτισμένα, δὲν πρέπει νὰ τὰ κλαῖνε. Αὐτὰ τὰ ἀθῶα πλάσματα σὰν ἀγγελούδια πηγαίνουν στὸν οὐρανὸ καὶ χαίρονται. 

Νὰ μὴν κλαῖμε λοιπὸν τὰ νήπια ποὺ πεθαίνουν, ἀλλὰ νὰ φυλάξουμε τὰ δάκρυά μας γιὰ τὸν ἑαυτό μας, ποὺ εἴμαστε μεγάλοι καὶ ἁμαρτάνουμε καθημερινῶς καὶ μὲ τὶς ἁμαρτίες μας μολύνουμε τὴν ψυχή, λερώνουμε τὴ λευκὴ στολὴ τοῦ ἱεροῦ βαπτίσματος...

    ... Ὁ Χριστὸς θὰ μᾶς δεχόταν καὶ θὰ μᾶς θεράπευε, ὁποιαδήποτε ἀρρώστια καὶ ἂν εἴχαμε. Ὁ Χριστός, αὐτὸς εἶνε ἡ ἰαματικὴ κολυμβήθρα ὅλων τῶν αἰώνων. Αὐτὸς διὰ μέσου τῶν ἱερέων τελεῖ μυστήρια καὶ πλένει καὶ καθαρίζει τοὺς ἁμαρτωλούς. Αὐτὸς κάνει τὰ μεγάλα θαύματα. Ὁ Χριστός. Ναί. Αὐτὸς εἶνε ὁ μεγάλος ἰατρός, ποὺ θεραπεύει κάθε ἀρρώστια. Σ' αὐτὸν ἀνήκει ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
 
  Ἐπίσκοπος Αὐγουστῖνος Καντιώτης

Πηγή: Κυριακή, Ἐπισκόπου Αὐγουστίνου Καντιώτου,«Ὁ Σταυρός» σελ. 34-35  (2 ἀποσπάσματα).

Πέμπτη 8 Μαΐου 2014

Ἡ ἀναγκαιότης τῆς ἀδελφικῆς ἀγάπης - Ἅγιος Ἰωάννης ὁ Θεολόγος

Ἐπιστολὴ Β' Ἰωάννου 

Στίχ.1-6. Ἡ ἀναγκαιότης τῆς ἀδελφικῆς ἀγάπης
1 Ὁ πρεσβύτερος ἐκλεκτῇ κυρίᾳ καὶ τοῖς τέκνοις αὐτῆς, οὓς ἐγὼ ἀγαπῶ ἐν ἀληθείᾳ, καὶ οὐκ ἐγὼ μόνος, ἀλλὰ καὶ πάντες οἱ ἐγνωκότες τὴν ἀλήθειαν, 

2 διὰ τὴν ἀλήθειαν τὴν μένουσαν ἐν ἡμῖν, καὶ μεθ' ἡμῶν ἔσται εἰς τὸν αἰῶνα· 

3 ἔσται μεθ' ὑμῶν χάρις, ἔλεος, εἰρήνη παρὰ Θεοῦ πατρός καὶ παρὰ Κυρίου Ἰησοῦ Χριστοῦ τοῦ υἱοῦ τοῦ πατρός, ἐν ἀληθείᾳ καὶ ἀγάπῃ. 

4 Ἐχάρην λίαν ὅτι εὕρηκα ἐκ τῶν τέκνων σου περιπατοῦντας ἐν ἀληθείᾳ, καθὼς ἐντολὴν ἐλάβομεν παρὰ τοῦ Πατρός. 

5 καὶ νῦν ἐρωτῶ σε, κυρία, οὐχ ὡς ἐντολὴν γράφων σοι καινὴν, ἀλλὰ ἣν εἴχομεν ἀπ' ἀρχῆς, ἵνα ἀγαπῶμεν ἀλλήλους. 

6 καὶ αὕτη ἐστὶν ἡ ἀγάπη, ἵνα περιπατῶμεν κατὰ τὰς ἐντολὰς αὐτοῦ. αὕτη ἐστὶν ἡ ἐντολή, καθὼς ἠκούσατε ἀπ' ἀρχῆς ἵνα ἐν αὐτῇ περιπατῆτε.
  
Στίχ.7-13. Προφύλαξις ἀπὸ τοὺς ψευδοδιδασκάλους.

7 ὅτι πολλοὶ πλάνοι εἰσῆλθον εἰς τὸν κόσμον, οἱ μὴ ὁμολογοῦντες Ἰησοῦν Χριστὸν ἐρχόμενον ἐν σαρκί· οὗτός ἐστιν ὁ πλάνος καὶ ὁ ἀντίχριστος. 

8 βλέπετε ἑαυτούς, ἵνα μὴ ἀπολέσωμεν ἃ εἰργασάμεθα, ἀλλὰ μισθὸν πλήρη ἀπολάβωμεν. 

9 πᾶς ὁ παραβαίνων καὶ μὴ μένων ἐν τῇ διδαχῇ τοῦ Χριστοῦ Θεὸν οὐκ ἔχει· ὁ μένων ἐν τῇ διδαχῇ τοῦ Χριστοῦ, οὗτος καὶ τὸν πατέρα καὶ τὸν υἱὸν ἔχει. 

10 εἴ τις ἔρχεται πρὸς ὑμᾶς καὶ ταύτην τὴν διδαχὴν οὐ φέρει, μὴ λαμβάνετε αὐτὸν εἰς οἰκίαν, καὶ χαίρειν αὐτῷ μὴ λέγετε· 

11 ὁ γὰρ λέγων αὐτῷ χαίρειν κοινωνεῖ τοῖς ἔργοις αὐτοῦ τοῖς πονηροῖς.

12 Πολλὰ ἔχων ὑμῖν γράφειν, οὐκ ἠβουλήθην διὰ χάρτου καὶ μέλανος, ἀλλὰ ἐλπίζω ἐλθεῖν πρὸς ὑμᾶς καὶ στόμα πρὸς στόμα λαλῆσαι, ἵνα ἡ χαρὰ ἡμῶν ᾖ πεπληρωμένη. 

13 ἀσπάζεταί σε τὰ τέκνα τῆς ἀδελφῆς σου τῆς ἐκλεκτῆς· ἀμήν.

 Ἅγιος Ἰωάννης ὁ Θεολόγος 

Πηγές: myriobiblos.gr & Kαινὴ Διαθήκη, «Ὁ Σωτήρ», σελ. 966.

Κυριακή 4 Μαΐου 2014

Κυριακή τῶν Ἁγίων Μυροφόρων γυναικῶν καὶ τῶν Ἁγίων Ἰωσήφ ἐξ Ἀριμαθαίας καὶ Νικοδήμου.

 Εὐαγγέλιον κατὰ Μάρκον ιε' 43 - ιστ' 8.
 
43 ἐλθὼν Ἰωσὴφ ὁ ἀπὸ Ἁριμαθαίας, εὐσχήμων βουλευτής, ὃς καὶ αὐτὸς ἦν προσδεχόμενος τὴν βασιλείαν τοῦ Θεοῦ, τολμήσας εἰσῆλθε πρὸς Πιλᾶτον καὶ ᾐτήσατο τὸ σῶμα τοῦ Ἰησοῦ. 
44 ὁ δὲ Πιλᾶτος ἐθαύμασεν εἰ ἤδη τέθνηκε, καὶ προσκαλεσάμενος τὸν κεντυρίωνα ἐπηρώτησεν αὐτὸν εἰ πάλαι ἀπέθανε· 
45 καὶ γνοὺς ἀπὸ τοῦ κεντυρίωνος ἐδωρήσατο τὸ σῶμα τῷ Ἰωσήφ. 
46 καὶ ἀγοράσας σινδόνα καὶ καθελὼν αὐτὸν ἐνείλησε τῇ σινδόνι καὶ κατέθηκεν αὐτὸν ἐν μνημείῳ ὃ ἦν λελατομημένον ἐκ πέτρας, καὶ προσεκύλισε λίθον ἐπὶ τὴν θύραν τοῦ μνημείου. 
47 ἡ δὲ Μαρία ἡ Μαγδαληνὴ καὶ Μαρία Ἰωσῆ ἐθεώρουν ποῦ τίθεται.
 1 Καὶ διαγενομένου τοῦ σαββάτου Μαρία ἡ Μαγδαληνὴ καὶ Μαρία ἡ τοῦ Ἰακώβου καὶ Σαλώμη ἠγόρασαν ἀρώματα ἵνα ἐλθοῦσαι ἀλείψωσιν αὐτόν. 
2 καὶ λίαν πρωῒ τῆς μιᾶς σαββάτων ἔρχονται ἐπὶ τὸ μνημεῖον, ἀνατείλαντος τοῦ ἡλίου. 
3 καὶ ἔλεγον πρὸς ἑαυτάς· τίς ἀποκυλίσει ἡμῖν τὸν λίθον ἐκ τῆς θύρας τοῦ μνημείου; 
4 καὶ ἀναβλέψασαι θεωροῦσιν ὅτι ἀποκεκύλισται ὁ λίθος· ἦν γὰρ μέγας σφόδρα. 
5 καὶ εἰσελθοῦσαι εἰς τὸ μνημεῖον εἶδον νεανίσκον καθήμενον ἐν τοῖς δεξιοῖς, περιβεβλημένον στολὴν λευκήν, καὶ ἐξεθαμβήθησαν. 
6 ὁ δὲ λέγει αὐταῖς· μὴ ἐκθαμβεῖσθε· Ἰησοῦν ζητεῖτε τὸν Ναζαρηνὸν τὸν ἐσταυρωμένον· ἠγέρθη, οὐκ ἔστιν ὧδε· ἴδε ὁ τόπος ὅπου ἔθηκαν αὐτόν. 
7 ἀλλ' ὑπάγετε εἴπατε τοῖς μαθηταῖς αὐτοῦ καὶ τῷ Πέτρῳ ὅτι προάγει ὑμᾶς εἰς τὴν Γαλιλαίαν· ἐκεῖ αὐτὸν ὄψεσθε, καθὼς εἶπεν ὑμῖν. 
8 καὶ ἐξελθοῦσαι ἔφυγον ἀπὸ τοῦ μνημείου· εἶχε δὲ αὐτὰς τρόμος καὶ ἔκστασις, καὶ οὐδενὶ οὐδὲν εἶπον· ἐφοβοῦντο γάρ.
Πηγές: myriobiblos.gr & Καινή Διαθήκη σελ. 211-213.

Θάρρος καὶ τόλμη 
  ... Θάρρος καὶ τόλμη χρειάστηκαν ὁ Ἰωσὴφ καὶ ὁ Νικόδημος μαζὶ μὲ τὶς μυροφόρες γυναῖκες γιὰ νὰ ἐκπληρώσουν τὸ ἱερὸ καθῆκον τους πρὸς τὸν Χριστό. Ὅ,τι δὲν τόλμησαν νὰ κάνουν οἱ πολλοί, τὸ ἔκαναν οἱ λίγοι αὐτοὶ ἄνθρωποι. Καὶ παραμένουν αἰώνια παραδείγματα θάρρους γιὰ τὶς χριστιανικὲς ψυχὲς ὅλων τῶν αἰώνων...

   ... Ἅγιοι Ἰωσήφ καὶ Νικόδημε, ἅγιες μυροφόρες γυναῖκες, ποὺ τόσο θάρρος καὶ τόλμη δείξατε τὸ ἡλιοβασίλεμα ἐκεῖνο τῆς Μεγάλης Παρασκευῆς, σᾶς παρακαλοῦμε, παρακαλέστε τὸν Κύριο νὰ δίνῃ καὶ σ' ἐμᾶς θάρρος καὶ τόλμη, στὶς διάφορες δύσκολες περιστάσεις τῆς ζωῆς μας, γιὰ νὰ ἐκτελοῦμε τὰ χριστιανικά μας καθήκοντα πρὸς τὸν Θεὸ καὶ τὸν πλησίον. 

 Ἐπίσκοπος Αὐγουστῖνος Καντιώτης

Πηγή: Κυριακή, Ἐπισκόπου Αὐγουστίνου Καντιώτου,«Ὁ Σταυρός» σελ. 27 & 28-29 (2 ἀποσπάσματα).

Πέμπτη 1 Μαΐου 2014

Ζῇ Κύριος - Προφήτης Ἱερεμίας

Προφήτης Ἱερεμίας, ιβ' 1-17

1 ΔΙΚΑΙΟΣ εἶ, Κύριε, ὅτι ἀπολογήσομαι πρὸς σέ, πλὴν κρίματα λαλήσω πρὸς σέ· τί ὅτι ὁδὸς ἀσεβῶν εὐοδοῦται, εὐθήνησαν πάντες οἱ ἀθετοῦντες ἀθετήματα; 

 

2 ἐφύτευσας αὐτοὺς καὶ ἐρριζώθησαν· ἐτεκνοποιήσαντο καὶ ἐποίησαν καρπόν· ἐγγὺς εἶ σὺ τοῦ στόματος αὐτῶν καὶ πόρρω ἀπὸ τῶν νεφρῶν αὐτῶν. 

 

3 καὶ σύ, Κύριε, γινώσκεις με, δεδοκίμακας τὴν καρδίαν μου ἐναντίον σου· ἅγνισον αὐτοὺς εἰς ἡμέραν σφαγῆς αὐτῶν. 

 

4 ἕως πότε πενθήσει ἡ γῆ καὶ πᾶς ὁ χόρτος τοῦ ἀγροῦ ξηρανθήσεται ἀπὸ κακίας τῶν κατοικούντων ἐν αὐτῇ; ἠφανίσθησαν κτήνη καὶ πετεινά, ὅτι εἶπαν· οὐκ ὄψεται ὁ Θεὸς ὁδοὺς ἡμῶν. 

 

5 σοῦ οἱ πόδες τρέχουσι καὶ ἐκλύουσί σε· πῶς παρασκευάσῃ ἐφ' ἵπποις καὶ ἐν γῇ εἰρήνης σὺ πέποιθας; πῶς ποιήσεις ἐν φρυάγματι τοῦ ᾿Ιορδάνου; 

 

6 ὅτι καὶ οἱ ἀδελφοί σου καὶ ὁ οἶκος τοῦ πατρός σου, καὶ οὗτοι ἠθέτησάν σε, καὶ αὐτοὶ ἐβόησαν, ἐκ τῶν ὀπίσω σου ἐπισυνήχθησαν· μὴ πιστεύσῃς ἐν αὐτοῖς, ὅτι λαλήσουσι πρός σε καλά. - 

 

7 ᾿Εγκαταλέλοιπα τὸν οἶκόν μου, ἀφῆκα τὴν κληρονομίαν μου, ἔδωκα τὴν ἠγαπημένην ψυχήν μου εἰς χεῖρας ἐχθρῶν αὐτῆς. 

 

8 ἐγενήθη ἡ κληρονομία μου ἐμοὶ ὡς λέων ἐν δρυμῷ· ἔδωκεν ἐπ' ἐμὲ τὴν φωνὴν αὐτῆς, διὰ τοῦτο ἐμίσησα αὐτήν. 

 

9 μὴ σπήλαιον ὑαίνης ἡ κληρονομία μου ἐμοὶ ἢ σπήλαιον κύκλῳ αὐτῆς; βαδίσατε, συναγάγετε πάντα τὰ θηρία τοῦ ἀγροῦ, καὶ ἐλθέτωσαν τοῦ φαγεῖν αὐτήν. 

 

10 ποιμένες πολλοὶ διέφθειραν τὸν ἀμπελῶνά μου, ἐμόλυναν τὴν μερίδα μου, ἔδωκαν τὴν μερίδα τὴν ἐπιθυμητήν μου εἰς ἔρημον ἄβατον, 

 

11 ἐτέθη εἰς ἀφανισμὸν ἀπωλείας, δι' ἐμὲ ἀφανισμῷ ἠφανίσθη πᾶσα ἡ γῆ, ὅτι οὐκ ἔστιν ἀνὴρ τιθέμενος ἐν καρδίᾳ. 

 

12 ἐπὶ πᾶσαν διεκβολὴν ἐν τῇ ἐρήμῳ ἦλθον ταλαιπωροῦντες, ὅτι μάχαιρα τοῦ Κυρίου καταφάγεται ἀπ' ἄκρου τῆς γῆς ἕως ἄκρου τῆς γῆς, οὐκ ἔστιν εἰρήνη πάσῃ σαρκί. 

 

13 ἐσπείρατε πυροὺς καὶ ἀκάνθας θερίζετε· οἱ κλῆροι αὐτῶν οὐκ ὠφελήσουσιν αὐτούς· αἰσχύνθητε ἀπὸ καυχήσεως ὑμῶν, ἀπὸ ὀνειδισμοῦ ἔναντι Κυρίου. - 

 

14 ῞Οτι τάδε λέγει Κύριος περὶ πάντων τῶν γειτόνων τῶν πονηρῶν τῶν ἁπτομένων τῆς κληρονομίας μου, ἧς ἐμέρισα τῷ λαῷ μου ᾿Ισραήλ· ἰδοὺ ἐγὼ ἀποσπῶ αὐτοὺς ἀπὸ τῆς γῆς αὐτῶν καὶ τὸν ᾿Ιούδαν ἐκβαλῶ ἐκ μέσου αὐτῶν. 

 

15 καὶ ἔσται μετὰ τὸ ἐκβαλεῖν με αὐτοὺς ἐπιστρέψω καὶ ἐλεήσω αὐτοὺς καὶ κατοικιῶ αὐτούς, ἕκαστον εἰς τὴν κληρονομίαν αὐτοῦ καὶ ἕκαστον εἰς τὴν γῆν αὐτοῦ. 

 

16 καὶ ἔσται ἐὰν μαθόντες μάθωσι τὴν ὁδὸν τοῦ λαοῦ μου, τοῦ ὀμνύειν τῷ ὀνόματί μου, ζῇ Κύριος, καθὼς ἐδίδαξαν τὸν λαόν μου ὀμνύειν τῇ Βάαλ, καὶ οἰκοδομηθήσονται ἐν μέσῳ τοῦ λαοῦ μου· 

 

17 ἐὰν δὲ μὴ ἐπιστρέψωσι, καὶ ἐξαρῶ τὸ ἔθνος ἐκεῖνο ἐξάρσει καὶ ἀπωλείᾳ.

 

Προφήτης Ἱερεμίας

Πηγές: myriobiblos.gr & Παλαιά Διαθήκη, Τόμος 17ος, σελ. 200-203.

Κυριακή 27 Απριλίου 2014

Κυριακή τοῦ Θωμᾶ

Εὐαγγέλιον κατὰ Ἰωάννην κ' 19-31.
 
19 Οὔσης οὖν ὀψίας τῇ ἡμέρᾳ ἐκείνῃ τῇ μιᾷ τῶν σαββάτων, καὶ τῶν θυρῶν κεκλεισμένων ὅπου ἦσαν οἱ μαθηταὶ συνηγμένοι διὰ τὸν φόβον τῶν Ἰουδαίων, ἦλθεν ὁ Ἰησοῦς καὶ ἔστη εἰς τὸ μέσον, καὶ λέγει αὐτοῖς· εἰρήνη ὑμῖν. 

20 καὶ τοῦτο εἰπὼν ἔδειξεν αὐτοῖς τὰς χεῖρας καὶ τὴν πλευρὰν αὐτοῦ. ἐχάρησαν οὖν οἱ μαθηταὶ ἰδόντες τὸν Κύριον. 

21 εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς πάλιν· εἰρήνη ὑμῖν. καθὼς ἀπέσταλκέ με ὁ Πατήρ, κἀγὼ πέμπω ὑμᾶς. 

22 καὶ τοῦτο εἰπὼν ἐνεφύσησε καὶ λέγει αὐτοῖς· λάβετε Πνεῦμα Ἅγιον· 

23 ἄν τινων ἀφῆτε τὰς ἁμαρτίας, ἀφίενται αὐτοῖς, ἄν τινων κρατῆτε, κεκράτηνται. 

24 Θωμᾶς δὲ εἷς ἐκ τῶν δώδεκα, ὁ λεγόμενος Δίδυμος, οὐκ ἦν μετ' αὐτῶν ὅτε ἦλθεν ὁ Ἰησοῦς. 
25 ἔλεγον οὖν αὐτῷ οἱ ἄλλοι μαθηταί· ἑωράκαμεν τὸν Κύριον. ὁ δὲ εἶπεν αὐτοῖς· ἐὰν μὴ ἴδω ἐν ταῖς χερσὶν αὐτοῦ τὸν τύπον τῶν ἥλων, καὶ βάλω τὸν δάκτυλόν μου εἰς τὸν τύπον τῶν ἥλων, καὶ βάλω τὴν χεῖρά μου εἰς τὴν πλευρὰν αὐτοῦ, οὐ μὴ πιστεύσω. 

26 Καὶ μεθ' ἡμέρας ὀκτὼ πάλιν ἦσαν ἔσω οἱ μαθηταὶ αὐτοῦ καὶ Θωμᾶς μετ' αὐτῶν. ἔρχεται ὁ Ἰησοῦς τῶν θυρῶν κεκλεισμένων, καὶ ἔστη εἰς τὸ μέσον καὶ εἶπεν· εἰρήνη ὑμῖν.

27 εἶτα λέγει τῷ Θωμᾷ· φέρε τὸν δάκτυλόν σου ὧδε καὶ ἴδε τὰς χεῖράς μου, καὶ φέρε τὴν χεῖρά σου καὶ βάλε εἰς τὴν πλευράν μου, καὶ μὴ γίνου ἄπιστος, ἀλλὰ πιστός. 

28 καὶ ἀπεκρίθη Θωμᾶς καὶ εἶπεν αὐτῷ· Ὁ Κύριός μου καὶ ὁ Θεός μου. 

29 λέγει αὐτῷ ὁ Ἰησοῦς· ὅτι ἑώρακάς με, πεπίστευκας· μακάριοι οἱ μὴ ἰδόντες καὶ πιστεύσαντες. 

30 Πολλὰ μὲν οὖν καὶ ἄλλα σημεῖα ἐποίησεν ὁ Ἰησοῦς ἐνώπιον τῶν μαθητῶν αὐτοῦ, ἃ οὐκ ἔστι γεγραμμένα ἐν τῷ βιβλίῳ τούτῳ· 

31 ταῦτα δὲ γέγραπται ἵνα πιστεύσητε ὅτι Ἰησοῦς ἐστιν ὁ Χριστὸς ὁ υἱὸς τοῦ Θεοῦ, καὶ ἵνα πιστεύοντες ζωὴν ἔχητε ἐν τῷ ὀνόματι αὐτοῦ.
Πηγὲς: myriobiblos.gr & 
Καινή Διαθήκη, σελ.470-471.


   ...«Χριστὸς ἀνέστη». Ἀπίστευτο σοῦ φαίνεται; Ἄκουσε τότε καὶ κάποιον, ποὺ σὰν κ' ἐσένα δὲν πίστευε ὅτι ἀναστήθηκε ὁ Χριστός. Εἶνε ὁ Θωμᾶς. Ἀνέστη! τοῦ φώναζαν οἱ μαθηταὶ ποὺ Τὸν εἶδαν μὲ τὰ μάτια τους τὸ βράδι τῆς Κυριακῆς νὰ περνάῃ ἀπὸ κλειστὲς πόρτες, νὰ στέκεται μπροστά τους καὶ νὰ τοὺς λέῃ «Εἰρήνη ὑμῖν». 

Δὲν τὸ πιστεύω, ἔλεγε ὁ Θωμᾶς. Θέλω νὰ τὸν δῶ μὲ τὰ δικά μου μάτια, νὰ τὸν ἀκούσω μὲ τὰ δικά μου αὐτιά, νὰ τὸν ἀγγίξω μὲ τὰ δικά μου δάκτυλα. Ἀκοῦτε; Θέλω ἀποδείξεις ἀτράνταχτες. Ἔτσι μόνο θὰ πεισθῶ, ὅτι πράγματι ἀναστήθηκε.

     Καὶ ὁ Χριστός, ποὺ ἀκούει τὶς ἀντιρρήσεις τοῦ Θωμᾶ, δὲν ὀργίζεται. Σὰν πατέρας γεμᾶτος στοργή, ποὺ ἀγαπάει ὅλα του τὰ παιδιά, κι αὐτὰ ἀκόμη τὰ πιὸ δύστροπα, συγκαταβαίνει στὴν ἀδυναμία τοῦ Θωμᾶ. Καὶ νὰ ὁ Χριστός, σὰν σήμερα, ἐπισκέπτεται καὶ πάλι τοὺς μαθητάς. Εἶνε τώρα μαζὶ καὶ ὁ Θωμᾶς.

Τὸν προσκαλεῖ ὁ Χριστὸς νὰ τὸν πλησιάσῃ καὶ νὰ τὸν ἐξετάσῃ· νὰ τὸν ψηλαφήσῃ. Νὰ βάλῃ τὸ δάκτυλό του στὰ σημάδια, ποὺ ἄφησαν τὰ καρφιὰ στὰ χέρια καὶ στὰ πόδια τοῦ Χριστοῦ. Νὰ βάλῃ τὸ χέρι του στὸ σημάδι, ποὺ ἄφησε στὴν πλευρά του ἡ λόγχη, ὅταν ὁ Ῥωμαῖος στρατιώτης τὸν ἐκέντησε καὶ ἔτρεξε αἷμα καὶ νερό. Καὶ ὁ Θωμᾶς μετὰ ἀπὸ αὐτὸ πίστευσε, ὅτι ὁ Χριστὸς ἀνέστη, καὶ βεβαίωσε τὸ γεγονὸς μὲ τὴ φωνή του· «Ὁ Κύριός μου καὶ ὁ Θεός μου».

  Ἐπίσκοπος Αὐγουστῖνος Καντιώτης

Πηγή: Κυριακή, Ἐπισκόπου Αὐγουστίνου Καντιώτου,«Ὁ Σταυρός» σελ. 21-22 (ἀπόσπασμα).
  

Κυριακή 13 Απριλίου 2014

Κυριακή τῶν Βαΐων

Εὐαγγέλιον κατὰ Ἰωάννην ιβ' 1-18.
1 Ὁ οὖν Ἰησοῦς πρὸ ἓξ ἡμερῶν τοῦ πάσχα ἦλθεν εἰς Βηθανίαν, ὅπου ἦν Λάζαρος ὁ τεθνηκώς, ὃν ἤγειρεν ἐκ νεκρῶν. 

2 ἐποίησαν οὖν αὐτῷ δεῖπνον ἐκεῖ, καὶ ἡ Μάρθα διηκόνει· ὁ δὲ Λάζαρος εἷς ἦν τῶν ἀνακειμένων σὺν αὐτῷ. 

3 ἡ οὖν Μαρία, λαβοῦσα λίτραν μύρου νάρδου πιστικῆς πολυτίμου, ἤλειψε τοὺς πόδας τοῦ Ἰησοῦ καὶ ἐξέμαξε ταῖς θριξὶν αὐτῆς τοὺς πόδας αὐτοῦ· ἡ δὲ οἰκία ἐπληρώθη ἐκ τῆς ὀσμῆς τοῦ μύρου. 

4 λέγει οὖν εἷς ἐκ τῶν μαθητῶν αὐτοῦ, Ἰούδας Σίμωνος Ἰσκαριώτης, ὁ μέλλων αὐτὸν παραδιδόναι· 

5 διατί τοῦτο τὸ μύρον οὐκ ἐπράθη τριακοσίων δηναρίων καὶ ἐδόθη πτωχοῖς; 

6 εἶπε δὲ τοῦτο οὐχ ὅτι περὶ τῶν πτωχῶν ἔμελεν αὐτῷ, ἀλλ' ὅτι κλέπτης ἦν, καὶ τὸ γλωσσόκομον εἶχε καὶ τὰ βαλλόμενα ἐβάσταζεν. 

7 εἶπεν οὖν ὁ Ἰησοῦς· ἄφες αὐτήν, εἰς τὴν ἡμέραν τοῦ ἐνταφιασμοῦ μου τετήρηκεν αὐτό. 

8 τοὺς πτωχοὺς γὰρ πάντοτε ἔχετε μεθ' ἑαυτῶν, ἐμὲ δὲ οὐ πάντοτε ἔχετε. 

9 Ἔγνω οὖν ὄχλος πολὺς ἐκ τῶν Ἰουδαίων ὅτι ἐκεῖ ἐστι, καὶ ἦλθον οὐ διὰ τὸν Ἰησοῦν μόνον, ἀλλ' ἵνα καὶ τὸν Λάζαρον ἴδωσιν ὃν ἤγειρεν ἐκ νεκρῶν. 

10 ἐβουλεύσαντο δὲ οἱ ἀρχιερεῖς ἵνα καὶ τὸν Λάζαρον ἀποκτείνωσιν, 

11 ὅτι πολλοὶ δι' αὐτὸν ὑπῆγον τῶν Ἰουδαίων καὶ ἐπίστευον εἰς τὸν Ἰησοῦν. 

12 Τῇ ἐπαύριον ὄχλος πολὺς ὁ ἐλθὼν εἰς τὴν ἑορτήν, ἀκούσαντες ὅτι ἔρχεται Ἰησοῦς εἰς Ἱεροσόλυμα, 

13 ἔλαβον τὰ βαΐα τῶν φοινίκων καὶ ἐξῆλθον εἰς ὑπάντησιν αὐτῷ, καὶ ἐκραύγαζον· ὡσαννά, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου,  βασιλεὺς τοῦ Ἰσραήλ. 

14 εὑρὼν δὲ ὁ Ἰησοῦς ὀνάριον ἐκάθισεν ἐπ' αὐτό, καθώς ἐστι γεγραμμένον· 

15 μὴ φοβοῦ, θύγατερ Σιών· ἰδοὺ ὁ βασιλεύς σου ἔρχεται καθήμενος ἐπὶ πῶλον ὄνου

16 Ταῦτα δὲ οὐκ ἔγνωσαν οἱ μαθηταὶ αὐτοῦ τὸ πρῶτον, ἀλλ' ὅτε ἐδοξάσθη ὁ Ἰησοῦς, τότε ἐμνήσθησαν ὅτι ταῦτα ἦν ἐπ' αὐτῷ γεγραμμένα, καὶ ταῦτα ἐποίησαν αὐτῷ. 

17 Ἐμαρτύρει οὖν ὁ ὄχλος ὁ ὢν μετ' αὐτοῦ ὅτε τὸν Λάζαρον ἐφώνησεν ἐκ τοῦ μνημείου καὶ ἤγειρεν αὐτὸν ἐκ νεκρῶν. 

18 διὰ τοῦτο καὶ ὑπήντησεν αὐτῷ ὁ ὄχλος, ὅτι ἤκουσαν τοῦτο αὐτὸν πεποιηκέναι τὸ σημεῖον. 

Πηγές: myriobiblos.gr & Kαινὴ Διαθήκη, σελ. 431-432.



    ... Βασιλεὺς ὁ Χριστός! Βασιλεύς, ποὺ τὸ θρόνο του δὲν στηρίζει πάνω στὴ βία καὶ στὰ ὅπλα. Βασιλεύς, ποὺ καλεῖ τοὺς ἀνθρώπους ἐλεύθερα νὰ τὸν ἐκλέξουν καὶ νὰ τὸν ἀναγνωρίσουν ὡς ἐξουσιαστή. Βασιλεύς, ποὺ θυσιάζεται γιὰ νὰ σώσῃ τοὺς ὑπηκόους του. Βασιλεὺς αἰώνιος. 

«Καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος» (Λουκ. 1,33). Τὸ μαρτυροῦν ἑκατομμύρια πιστοὶ ὑπήκοοί του, ἄντρες, γυναῖκες καὶ παιδιά, ποὺ προτίμησαν νὰ πάθουν τὰ πιὸ φρικτὰ μαρτύρια, παρὰ νὰ τὸν ἀρνηθοῦν καὶ νὰ τὸν προδώσουν. 

Γι' αὐτὸν τὸν βασιλιᾶ πάντοτε θὰ ἀκούγεται τὸ «Ὡσαννα». Θρόνος του εἶνε οἱ καρδιὲς τῶν ἀνθρώπων. 

    Ἀδέλφια μου· τὴ Μεγάλη Παρασκευὴ ποὺ ὁ Βασιλεύς μας θὰ εἶνε ὑψωμένος στὸ θρόνο του, στὸν τίμιο σταυρό, ἂς πᾶμε κ' ἐμεῖς, ἂς γονατίσουμε μπροστά του μὲ ταπείνωσι καὶ εὐγνωμοσύνη, καὶ μέσα ἀπὸ τὰ βάθη τῆς ψυχῆς μας ἂς ποῦμε τὸ δικό μας «Ὡσαννά». Ἕνα ἀπὸ 'κεῖνα τὰ «Ὠσαννά», ποὺ εἶπαν τὰ ἀθῷα παιδιά.

 Ἐπίσκοπος Αὐγουστῖνος Καντιώτης

Πηγή: Κυριακή, Ἐπισκόπου Αὐγουστίνου Καντιώτου,«Ὁ Σταυρός» σελ. 387-388 (ἀπόσπασμα).