«Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον». Ἰησοῦς Χριστός (Ἰωάν. ιστ΄33).

Κυριακή 11 Μαρτίου 2018

Χαίροις ὁ ζωηφόρος Σταυρός


Ἦχος πλ. α’
Χαίροις ἀσκητικῶν ἀληθῶς.

Χαίροις ὁ ζωηφόρος Σταυρός, 
τῆς Ἐκκλησίας ὁ ὡραῖος παράδεισος 
τὸ ξύλον τῆς ἀφθαρσίας τὸ ἐξανθῆσαν ἡμῖν 
αἰωνίου δόξης τὴν ἀπόλαυσιν, 
δι' οὗ τῶν δαιμόνων ἀποδιώκονται φάλαγγες 
καὶ τῶν Ἀγγέλων συνευφραίνονται τάγματα, 
καὶ συστήματα τῶν πιστῶν ἑορτάζουσιν, 
ὅπλον ἀκαταγώνιστον κραταίωμα ἄρρηκτον 
τῶν Βασιλέων τὸ νῖκος τῶν Ἱερέων τὸ καύχημα, 
Χριστοῦ νῦν  τὰ πάθη καὶ ἡμῖν δίδου προφθάσαι, 
καὶ τὴν Ἀνάστασιν.

 
Χαίροις ὁ ζωηφόρος Σταυρός, 
τῆς εὐσεβείας τὸ ἀήττητον τρόπαιον 
ἡ θύρα τοῦ Παραδείσου ὁ τῶν πιστῶν στηριγμὸς 
τὸ τῆς Ἐκκλησίας περιτείχισμα, 
δι' οὗ ἐξηφάνισται, ἡ ἀρὰ καὶ κατήργηται 
καὶ κατεπόθη τοῦ θανάτου ἡ δύναμις 
καὶ ὑψώθημεν ἀπὸ γῆς πρὸς οὐράνια, 
ὅπλον ἀκαταμάχητον δαιμόνων ἀντίπαλε 
δόξα Μαρτύρων Ὁσίων ὡς ἀληθῶς ἐγκαλλώπισμα 
λιμὴν σωτηρίας ὁ δωρούμενος τῷ κόσμῳ 
τὸ μέγα ἔλεος.

Πηγή: Τριώδιον & ἐδῶ