«Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον». Ἰησοῦς Χριστός (Ἰωάν. ιστ΄33).

Παρασκευή 9 Μαρτίου 2018

Δριμὺς ὁ χειμών, ἀλλὰ γλυκὺς ὁ Παράδεισος - Ἅγιοι Τεσσαράκοντα Μάρτυρες

Οἱ Ἅγιοι Τεσσαράκοντα Μάρτυρες

Ἦχος β΄. Ἰωάννου μοναχοῦ.

Φέροντες τὰ παρόντα γενναίως, 
χαίροντες τοῖς ἐλπιζομένοις, 
πρὸς ἀλλήλους ἔλεγον οἱ Ἅγιοι Μάρτυρες· 
Μή γὰρ ἱμάτιον ἀποδυόμεθα; 
ἀλλὰ τὸν παλαιὸν ἄνθρωπον ἀποτιθέμεθα. 
Δριμὺς ὁ χειμών, ἀλλὰ γλυκὺς ὁ Παράδεισος· 
ἀλγεινὴ ἡ πῆξις, ἀλλὰ ἡδεῖα ἡ ἀπόλαυσις. 
Μὴ οὗν ἐκκλίνωμεν, ὣ συστρατιῶται· 
μικρὸν ὑπομείνωμεν, 
ἵνα τοὺς στεφάνους τῆς νίκης ἀναδησώμεθα, 
παρὰ Χριστοῦ τοῦ Θεοῦ, 
καὶ Σωτῆρος τῶν ψυχῶν ἡμῶν. 


Τοῦ αὐτοῦ.
Βλέποντες ὡς τρυφὰς τὰς βασάνους, 
τρέχοντες πρὸς λίμνην κρυώδη, ὡς πρὸς θάλψιν, 
ἔλεγον οἱ Ἅγιοι Μάρτυρες·
Μὴ ὑποπτήξωμεν ὥραν χειμέριον, 
ἵνα τὴν φοβερὰν γέενναν τοῦ πυρὸς φύγωμεν· 
καυθήτῳ ὁ ποῦς, ἵνα χορεύῃ αἰώνια·
ἡ δὲ χεὶρ ρυείτω, ἵνα ὑψοῦται πρὸς Κύριον·  
καὶ μὴ φεισώμεθα φύσεως θνησκούσης· 
ἐλώμεθα θάνατον,
ἵνα τοὺς στεφάνους τῆς νίκης ἀναδυσώμεθα, 
παρὰ Χριστοῦ τοῦ Θεοῦ, 
καὶ Σωτῆρος τῶν ψυχῶν ἡμῶν. 
 
Πηγή: Μηναῖον Μαρτίου, «Φῶς», σελ. 66.