«Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον». Ἰησοῦς Χριστός (Ἰωάν. ιστ΄33).

Σάββατο 28 Οκτωβρίου 2017

Ἡ Ἁγία Σκέπη τῆς Ὑπεραγίας Θεοτόκου


Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.

Τῆς Σκέπης σου Παρθένε ἀνυμνοῦμεν τὰς χάριτας, 
ἥν ὡς φωτοφόρον νεφέλην ἐφαπλοῖς ὑπὲρ ἔννοιαν, 
καὶ σκέπεις τὸν λαόν σου νοερῶς, 
ἐκ πάσης τῶν ἐχθρῶν ἐπιβουλῆς· 
σὲ γὰρ σκέπην καὶ προστάτιν καὶ βοηθόν, 
κεκτήμεθα βοῶντές σοι· 
δόξα τοῖς μεγαλείοις σου Ἁγνή,
 δόξα τῇ θείᾳ σκέπῃ σου, 
δόξα τῇ πρὸς ἡμᾶς σου
 προμηθείᾳ Ἅχραντε. 

Πηγή: Νέος Ἐνιαύσιος Στέφανος, Μοναχοῦ Γερασίμου Μικραγιαννανίτου, Ἅγιον Ὅρος, σελ. 92.