«Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον». Ἰησοῦς Χριστός (Ἰωάν. ιστ΄33).

Πέμπτη 14 Σεπτεμβρίου 2017

Ἡ παγκόσμιος Ὕψωσις τοῦ Τιμίου Σταυροῦ

Ἦχος πλ. α΄.  Χαίροις ἀσκητικῶν. 

Χαίροις  ὁ  ζωηφόρος  Σταυρός,

τῆς  εὐσεβείας  τό  ἀήττητον  τρόπαιον,

ἡ  θύρα  τοῦ  Παραδείσου, 
 ὁ  τῶν  πιστῶν  στηριγμός,

τὸ  τῆς  Ἐκκλησίας  περιτείχισμα·

δι'  οὗ  ἐξηφάνισται,  ἡ  ἀρὰ  καὶ  κατήργηται,

καὶ  κατεπόθη,  τοῦ  θανάτου  ἡ  δύναμις

καὶ  ὑψώθημεν,  ἀπὸ  γῆς  πρὸς  οὐράνια·

ὅπλον  ἀκαταμάχητον,  δαιμόνων  ἀντίπαλε,

δόξα  Μαρτύρων  Ὀσίων,  ὡς  ἀληθῶς  ἐγκαλώπισμα,

λιμὴν  σωτηρίας,  ὁ  δωρούμενος  τῷ  κόσμῳ

τὸ  μέγα  ἔλεος.

Πηγή: Μηναῖον Σεπτεμβρίου, ἐκδόσεις «Φῶς», σελ. 176.

Ἀκρόαση  ἐδῶ