«Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον». Ἰησοῦς Χριστός (Ἰωάν. ιστ΄33).

Κυριακή 29 Ιουνίου 2014

Κυριακὴ τῶν Ἁγίων ἐνδόξων Πρωτοκορυφαίων Ἀποστόλων Πέτρου καὶ Παύλου

Εὐαγγέλιον κατὰ Ματθαῖον ιστ' 13-19.
 
13 Ἐλθὼν δὲ ὁ Ἰησοῦς εἰς τὰ μέρη Καισαρείας τῆς Φιλίππου ἠρώτα τοὺς μαθητὰς αὐτοῦ λέγων· τίνα με λέγουσιν οἱ ἄνθρωποι εἶναι τὸν υἱὸν τοῦ ἀνθρώπου; 

14 οἱ δὲ εἶπον· οἱ μὲν Ἰωάννην τὸν βαπτιστήν, ἄλλοι δὲ Ἠλίαν, ἕτεροι δὲ Ἰερεμίαν ἢ ἕνα τῶν προφητῶν. 

15 λέγει αὐτοῖς· ὑμεῖς δὲ τίνα με λέγετε εἶναι;

16 ἀποκριθεὶς δὲ Σίμων Πέτρος εἶπε· Σὺ εἶ ὁ Χριστὸς ὁ υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος. 

17 καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτῷ· μακάριος εἶ, Σίμων Βαριωνᾶ, ὅτι σὰρξ καὶ αἷμα οὐκ ἀπεκάλυψέ σοι, ἀλλ' ὁ πατήρ μου ὁ ἐν τοῖς οὐρανοῖς. 

18 κἀγὼ δέ σοι λέγω ὅτι σὺ εἶ Πέτρος, καὶ ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν ἐκκλησίαν, καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς.

19 καὶ δώσω σοι τὰς κλεῖς τῆς βασιλείας τῶν οὐρανῶν, καὶ ὃ ἐὰν δήσῃς ἐπὶ τῆς γῆς, ἔσται δεδεμένον ἐν τοῖς οὐρανοῖς, καὶ ὃ ἐὰν λύσῃς ἐπὶ τῆς γῆς, ἔσται λελυμένον ἐν τοῖς οὐρανοῖς.
  Πηγή: myriobiblos.gr & Kαινὴ Διαθήκη, σελ. 72-73.


Ὁ Οὐράνιος Πατέρας, ἀγαπητοὶ ἀδελφοί, 

ἀποκάλυψε στὸν Ἀπόστολο Πέτρο 

ὅτι ὁ Ἰησοῦς Χριστὸς 

εἶναι ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος καὶ

αὐτὸ ἀποτελεῖ τὸν θεμέλιο λίθο 

τῆς οἰκοδομῆς 

τῆς Ὀρθοδόξου Χριστιανικῆς Ἐκκλησίας

τὴν ὁποία οὔτε οἱ πύλες τοῦ ᾅδη

δὲν θὰ ὑπερισχύσουν 

καὶ δὲν θὰ τὴν νικήσουν

διότι εἶναι αἰώνια καὶ ἀθάνατη.