«Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον». Ἰησοῦς Χριστός (Ἰωάν. ιστ΄33).

Σάββατο 27 Ιουλίου 2013

Τοῦ Ἁγίου Μεγαλομάρτυρος καὶ ἱαματικοῦ Παντελεήμονος

Ἦχος δ' .  Ὁ ἐξ ὑψίστου κληθείς.
Ὁ ἐπαξίως κληθεὶς Παντελεήμων, 
ὅτε τὸ φιλάνθρωπον πᾶσιν ἐφήπλωσας, 
τὴν τῶν ψυχῶν ἐπιμέλειαν, καὶ τῶν σωμάτων, 
τὴν θεραπείαν ἐπιδεικνύμενος·
τότε τὴν φερώνυμον κλῆσιν ἐπλούτησας, 
τῆς ἀρετῆς τὴν ἀντίδοσιν, καὶ εὐσεβείας, 
ἀντιμισθίαν Μάρτυς εὐράμενος, 
στεφανηφόρος καὶ ἀήττητος, 
στρατιώτης δειχθεὶς τοῦ Θεοῦ ἡμῶν·
ὃν ἱκέτευε σῶσαι, καὶ φωτίσαι τὰς ψυχὰς ἡμῶν.

Ἦχος β'. Ἀνατολίου.
Ἀναργύρως τὴν χάριν παρέχεις τοῖς ἀνθρώποις, 
Παντελεῆμον Μάρτυς ἔνδοξε·
καὶ τὰ πνεύματα διώκεις, τῇ ἐπικλήσει Χριστοῦ· 
καὶ τυφλοῖς ἀναβλέπειν δεδώρησαι, 
ὡς αὐτοῦ θεράπων γνήσιος. 
Ἀλλὰ πρέσβευε ἰατρέ, παμμακάριστε, 
τοῦ δωρηθῆναι τῷ κόσμῳ, εἰρήνην σταθηράν, 
καὶ τοῖς σὲ ποθοῦσι μέγα ἔλεος.

Ἀπολυτίκιον. Ἦχος γ' .
Ἀθλοφόρε Ἅγιε, καὶ ἰαματικὲ Παντελεῆμον, 
πρέσβευε τῷ ἐλεήμονι Θεῷ,
ἵνα πταισμάτων ἄφεσιν, 
παράσχῃ ταῖς ψυχαῖς ἡμῶν.

Κοντάκιον. Ἦχος πλ. α' . Αὐτόμελον.
Μιμητὴς ὑπάρχων τοῦ ἐλεήμονος, 
καὶ ἰαμάτων τὴν χάριν παρ' αὐτοῦ κομισάμενος,
 Ἀθλοφόρε καὶ Μάρτυς Χριστοῦ τοῦ Θεοῦ, 
ταῖς εὐχαῖς σου τὰς ψυχικὰς ἡμῶν νόσους θεράπευσον, 
ἀπελαύνων τοῦ ἀεὶ πολεμίου τὰ σκάνδαλα, 
ἐκ τῶν βοώντων ἀπαύστως· Σῶσον ἡμᾶς Κύριε.

Μεγαλυνάριον.
Ρεῖθρα ἰαμάτων ὡς ἐκ πηγῆς, 
χάριτι θαυμάτων, βλύζει χρήζουσι δωρεάν, 
ὁ Παντελεήμων, ὁ πάνσοφος ἀκέστωρ· 
οἱ ῥώσεως διψῶντες, δεῦτε ἀρύσασθε. 

Πηγές: Μηναῖον Ἰουλίου, σελ. 239 & 241
& Νέος Ἑνιαύσιος Στέφανος, Γερασίμου 
Μοναχοῦ Μικραγιαννανίτου, σελ. 402.