«Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον». Ἰησοῦς Χριστός (Ἰωάν. ιστ΄33).

Παρασκευή 21 Ιουνίου 2013

Εὐχὴ εἰς τὴν Ἁγίαν Τριάδα - Ἅγιος Ἰωάννης ὁ Χρυσόστομος

Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι. 

Δόξα σοι, Κύριε ὁ Θεός ἡμῶν, 

ὁ ἀει παρορῶν τὰς ἁμαρτίας ἡμῶν.

Δόξα σοι, Κύριε ὁ Θεὸς ἡμῶν, 

ὁ καταξιώσας με καὶ τὴν σήμερον θεάσασθαι.

Δόξα σοι, Παναγία Τριάς, ὁ Θεὸς ἡμῶν.

Προσκυνῶ τὴν ἀγαθότητά σου τὴν ἀνεκδιήγητον.

Ὑμνῶ τὴν μακροθυμίαν σου τὴν ἀνεξιχνίαστον.

Εὐχαριστῶ καὶ δοξολογῶ τὸ ἀμέτρητόν σου ἔλεος, 

ὅτι μυρίων κολάσεων καὶ τιμωριῶν ὄντα ἄξιον, 

ἐλεεῖς καὶ εὐεργετεῖς με μυρίαις εὐεργεσίαις. 

Δόξα σοι, Κύριε ὁ Θεός μου, πάντων ἕνεκα.

Ἅγιος Ἰωάννης ὁ Χρυσόστομος 

Πηγή: Μέγα Προσευχητάριον, Α. Σιμωνώφ, σελ. 188