«Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον». Ἰησοῦς Χριστός (Ἰωάν. ιστ΄33).

Τρίτη, 21 Νοεμβρίου 2017

Ἡ ἐν τῷ Ναῷ Εἴσοδος τῆς Ὑπεραγίας Θεοτόκου


Τροπάρια 

Ὕμνον ἐπάξιον πᾶσα, 
τῆ Θεοτόκῳ ἡ κτίσις, 
σὺν τῷ Ἀγγέλῳ Γαβριήλ, 
ἀνακράζει βοῶσα· 
Χαῖρε ἡ Μήτηρ τοῦ Θεοῦ, 
δι᾿ ἢς ἐλυτρώθημεν πανάμωμε, 
τῆς ἀρχαίας κατάρας,
 γεγονότες ἀφθαρσίας κοινωνοί. 

Ἡ τῶν Ἁγίων Ἁγία,
 καὶ Θεομήτωρ Μαρία, 
ταῖς ἰκεσίαις σου Ἁγνή, 
ἐλευθέρωσον ἡμᾶς, 
ἐκ τῶν παγίδων τοῦ ἐχθροῦ, 
καὶ πᾶσης αἰρέσεως καὶ θλίψεως,
τοὺς πιστῶς προσκυνοῦντας, 
τὴν εἰκόνα, τῆς ἁγίας σου μορφῆς. 

Πηγή: Μηναῖον Νοεμβρίου, «Φῶς», σελ. 275. 
 

Κυριακή, 19 Νοεμβρίου 2017

Εὐαγγέλιον τῆς Κυριακῆς Θ΄ Λουκᾶ


Κατὰ Λουκᾶν, ιβ΄ 16-21.

16 Εἶπε δὲ παραβολὴν πρὸς αὐτοὺς λέγων· Ἀνθρώπου τινὸς πλουσίου εὐφόρησεν ἡ χώρα· 

17 καὶ διελογίζετο ἐν ἑαυτῷ λέγων· τί ποιήσω, ὅτι οὐκ ἔχω ποῦ συνάξω τοὺς καρπούς μου; 

18 καὶ εἶπε· τοῦτο ποιήσω· καθελῶ μου τὰς ἀποθήκας καὶ μείζονας οἰκοδομήσω, καὶ συνάξω ἐκεῖ πάντα τὰ γεννήματά μου καὶ τὰ ἀγαθά μου, 

19 καὶ ἐρῶ τῇ ψυχῇ μου· ψυχή, ἔχεις πολλὰ ἀγαθὰ κείμενα εἰς ἔτη πολλά· ἀναπαύου, φάγε, πίε, εὐφραίνου. 

20 εἶπε δὲ αὐτῷ ὁ Θεός· ἄφρον, ταύτῃ τῇ νυκτὶ τὴν ψυχήν σου ἀπαιτοῦσιν ἀπὸ σοῦ· ἃ δὲ ἡτοίμασας τίνι ἔσται; 

21 οὕτως ὁ θησαυρίζων ἑαυτῷ καὶ μὴ εἰς Θεὸν πλουτῶν. 


Πηγές: Καινὴ Διαθήκη, σελ. 294-295 & myriobiblos.gr

Ἀνάλυση: ἐδῶ &  Ἀκρόαση: ἐδῶ 

Τί εἶναι ἡ Θεία Λειτουργία; - Ἅγιος Ἰωάννης τῆς Κρονστάνδης




Τί εἶναι ἡ Θεία Λειτουργία; Εἶναι θεῖο δεῖπνο, κατά τό ὁποῖο ὁ Ἀμνός τοῦ Θεοῦ ἑνώνεται μέ τίς ψυχές τῶν πιστῶν.

Τί εἶναι τό ἅγιο βῆμα; Εἶναι ὁ ἴδιος ὁ οὐρανός, εἶναι ὁ παράδεισος πού ἄνοιξε γιά τούς ἀνθρώπους μέ τή σταυρική θυσία τοῦ Υἰοῦ τοῦ Θεοῦ.

Τί εἶναι ἡ ὡραία πύλη;  Εἶναι ἡ θύρα τῃς βασιλείας τῶν οὐρανῶν, ἡ θύρα τοῦ παραδείσου. Νά γιατί στά βημόθυρα εἰκονίζεται ὁ Εὐαγγελισμός τῆς Θεοτόκου: Γιατί μ᾿ αὐτόν ἔγινε ἡ ἀρχή τῆς σωτηρίας μας, γιατί μᾶς ἄνοιξε τή θύρα τοῦ παραδείσου...

 Ἅγιος Ἰωάννης τῆς Κρονστάνδης

Πηγή: Ὁ Οὐρανός στή γῆ, Ἁγίου Ἰωάννου τῆς Κρονστάνδης, Ἱ. Μ. Παρακλήτου, σελ. 64&65

Κυριακή, 12 Νοεμβρίου 2017

Εὐαγγέλιον τῆς Κυριακῆς Η΄Λουκᾶ



Κατὰ Λουκᾶν, ι΄ 25-37

25 Καὶ ἰδοὺ νομικός τις ἀνέστη ἐκπειράζων αὐτὸν καὶ λέγων· Διδάσκαλε, τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω; 

26 ὁ δὲ εἶπε πρὸς αὐτόν· Ἐν τῷ νόμῳ τί γέγραπται; πῶς ἀναγινώσκεις; 

27 ὁ δὲ ἀποκριθεὶς εἶπεν· Ἀγαπήσεις Κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆς καρδίας σου καὶ ἐξ ὅλης τῆς ψυχῆς σου καὶ ἐξ ὅλης τῆς ἰσχύος σου καὶ ἐξ ὅλης τῆς διανοίας σου, καὶ τὸν πλησίον σου ὡς σεαυτόν· 

28 εἶπε δὲ αὐτῷ· Ὀρθῶς ἀπεκρίθης· τοῦτο ποίει καὶ ζήσῃ. 

29 ὁ δὲ θέλων δικαιοῦν ἑαυτὸν εἶπε πρὸς τὸν Ἰησοῦν· Καὶ τίς ἐστί μου πλησίον; 

30 ὑπολαβὼν δὲ ὁ Ἰησοῦς εἶπεν· Ἄνθρωπός τις κατέβαινεν ἀπὸ Ἱερουσαλὴμ εἰς Ἰεριχὼ, καὶ λῃσταῖς περιέπεσεν· οἳ καὶ ἐκδύσαντες αὐτὸν καὶ πληγὰς ἐπιθέντες ἀπῆλθον ἀφέντες ἡμιθανῆ τυγχάνοντα. 

31 κατὰ συγκυρίαν δὲ ἱερεύς τις κατέβαινεν ἐν τῇ ὁδῷ ἐκείνῃ, καὶ ἰδὼν αὐτὸν ἀντιπαρῆλθεν. 

32 ὁμοίως δὲ καὶ Λευῒτης γενόμενος κατὰ τὸν τόπον, ἐλθὼν καὶ ἰδὼν ἀντιπαρῆλθε. 

33 Σαμαρείτης δέ τις ὁδεύων ἦλθε κατ' αὐτὸν, καὶ ἰδὼν αὐτὸν ἐσπλαγχνίσθη, 

34 καὶ προσελθὼν κατέδησε τὰ τραύματα αὐτοῦ ἐπιχέων ἔλαιον καὶ οἶνον, ἐπιβιβάσας δὲ αὐτὸν ἐπὶ τὸ ἴδιον κτῆνος ἤγαγεν αὐτὸν εἰς πανδοχεῖον καὶ ἐπεμελήθη αὐτοῦ· 

35 καὶ ἐπὶ τὴν αὔριον ἐξελθὼν, ἐκβαλὼν δύο δηνάρια ἔδωκε τῷ πανδοχεῖ καὶ εἶπεν αὐτῷ· ἐπιμελήθητι αὐτοῦ, καὶ ὅ,τι ἂν προσδαπανήσῃς, ἐγὼ ἐν τῷ ἐπανέρχεσθαί με ἀποδώσω σοι. 

36 τίς οὖν τούτων τῶν τριῶν πλησίον δοκεῖ σοι γεγονέναι τοῦ ἐμπεσόντος εἰς τοὺς λῃστάς; 

37 ὁ δὲ εἶπεν· Ὁ ποιήσας τὸ ἔλεος μετ' αὐτοῦ. εἶπεν οὖν αὐτῷ ὁ Ἰησοῦς· Πορεύου καὶ σὺ ποίει ὁμοίως.


Πηγές: Καινὴ Διαθήκη, σελ. 281-283 & myriobiblos.gr

Ἀνάλυση: ἐδῶ &  Ἀκρόαση: ἐδῶ 

Ὁ σκοπός



Σκοπὸς ὅλων ἐκείνων 
ποὺ ζοῦν σύμφωνα μὲ τὸ θέλημα τοῦ Θεοῦ 
εἶναι νὰ εὐαρεστήσουν τὸν Χριστό, τὸν Θεό μας, 
νὰ ἐπιτύχουν τὴ συμφιλίωση μὲ τὸν Πατέρα 
μέσῳ τῇς μετοχῆς τοῦ Πνεύματος, 
καὶ μὲ αὐτὸ τὸν τρόπο 
νὰ κερδίσουν τὴ σωτηρία τους. 

Ἅγιος Συμεὼν ὁ Νέος Θεολόγος 

Πηγή: Φιλοκαλία, Τόμος Δ' , «Περιβόλι τῆς Παναγίας», σελ. 30

Κυριακή, 5 Νοεμβρίου 2017

Εὐαγγέλιον τῆς Κυριακῆς Ε΄ Λουκᾶ

Ὁ πλούσιος κι ὁ πτωχὸς Λάζαρος

Κατὰ Λουκᾶν ιστ΄ 19-31.

19 Ἄνθρωπος δέ τις ἦν πλούσιος, καὶ ἐνεδιδύσκετο πορφύραν καὶ βύσσον εὐφραινόμενος καθ' ἡμέραν λαμπρῶς. 

20 πτωχὸς δέ τις ἦν ὀνόματι Λάζαρος, ὃς ἐβέβλητο πρὸς τὸν πυλῶνα αὐτοῦ ἡλκωμένος 

21 καὶ ἐπιθυμῶν χορτασθῆναι ἀπὸ τῶν ψιχίων τῶν πιπτόντων ἀπὸ τῆς τραπέζης τοῦ πλουσίου· ἀλλὰ καὶ οἱ κύνες ἐρχόμενοι ἐπέλειχον τὰ ἕλκη αὐτοῦ. 

22 ἐγένετο δὲ ἀποθανεῖν τὸν πτωχὸν καὶ ἀπενεχθῆναι αὐτὸν ὑπὸ τῶν ἀγγέλων εἰς τὸν κόλπον Ἀβραάμ· ἀπέθανε δὲ καὶ ὁ πλούσιος καὶ ἐτάφη.

23 καὶ ἐν τῷ ᾅδῃ ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ, ὑπάρχων ἐν βασάνοις, ὁρᾷ Ἀβραὰμ ἀπὸ μακρόθεν καὶ Λάζαρον ἐν τοῖς κόλποις αὐτοῦ. 

24 καὶ αὐτὸς φωνήσας εἶπε· πάτερ Ἀβραάμ, ἐλέησόν με καὶ πέμψον Λάζαρον ἵνα βάψῃ τὸ ἄκρον τοῦ δακτύλου αὐτοῦ ὕδατος καὶ καταψύξῃ τὴν γλῶσσάν μου, ὅτι ὀδυνῶμαι ἐν τῇ φλογὶ ταύτῃ. 

25 εἶπε δὲ Ἀβραάμ· τέκνον, μνήσθητι ὅτι ἀπέλαβες σὺ τὰ ἀγαθά σου ἐν τῇ ζωῇ σου, καὶ Λάζαρος ὁμοίως τὰ κακά· νῦν δὲ ὧδε παρακαλεῖται, σὺ δὲ ὀδυνᾶσαι· 

26 καὶ ἐπὶ πᾶσι τούτοις μεταξὺ ἡμῶν καὶ ὑμῶν χάσμα μέγα ἐστήρικται, ὅπως οἱ θέλοντες διαβῆναι ἔνθεν πρὸς ὑμᾶς μὴ δύνωνται, μηδὲ οἱ ἐκεῖθεν πρὸς ἡμᾶς διαπερῶσιν.

27 εἶπε δέ· ἐρωτῶ οὖν σε, πάτερ, ἵνα πέμψῃς αὐτὸν εἰς τὸν οἶκον τοῦ πατρός μου· 

28 ἔχω γὰρ πέντε ἀδελφούς· ὅπως διαμαρτύρηται αὐτοῖς, ἵνα μὴ καὶ αὐτοὶ ἔλθωσιν εἰς τὸν τόπον τοῦτον τῆς βασάνου.

29 λέγει αὐτῷ Ἀβραάμ· ἔχουσι Μωϋσέα καὶ τοὺς προφήτας· ἀκουσάτωσαν αὐτῶν. 

30 ὁ δὲ εἶπεν· οὐχί, πάτερ Ἀβραάμ, ἀλλ' ἐάν τις ἀπὸ νεκρῶν πορευθῇ πρὸς αὐτοὺς, μετανοήσουσιν. 

31 εἶπε δὲ αὐτῷ· εἰ Μωϋσέως καὶ τῶν προφητῶν οὐκ ἀκούουσιν, οὐδὲ ἐάν τις ἐκ νεκρῶν ἀναστῇ πεισθήσονται.


Πηγές: Καινὴ Διαθήκη, σελ. 317-319 & myriobiblos.gr

Ἀνάλυση: ἐδῶ &  Ἀκρόαση: ἐδῶ 

Καλή προαίρεση



Ἄμα ὑπάρχει 
καλή προαίρεση 
μέσα στόν ἄνθρωπο, 
δέν δυσκολεύεται ὁ Θεός, 
νά τόν βγάλει μέ τόν τρόπο Του 
ἀπό τό σκοτάδι στό Φῶς. 

Δημήτριος Παναγόπουλος 

Πηγή: Ἀνθολόγηση ἐμπνευσμένων λόγων τοῦ Δ.Π. 2017, «Ὀρθόδοξος Κυψέλη», σελ. 123.

Κυριακή, 29 Οκτωβρίου 2017

Εὐαγγέλιον τῆς Κυριακῆς Ζ΄Λουκᾶ


Κατὰ Λουκᾶν η΄ 41-56

 41 καὶ ἰδοὺ ἦλθεν ἀνὴρ ᾧ ὄνομα Ἰάειρος, καὶ οὗτος ἄρχων τῆς συναγωγῆς ὑπῆρχε· καὶ πεσὼν παρὰ τοὺς πόδας τοῦ Ἰησοῦ παρεκάλει αὐτὸν εἰσελθεῖν εἰς τὸν οἶκον αὐτοῦ, 

42 ὅτι θυγάτηρ μονογενὴς ἦν αὐτῷ ὡς ἐτῶν δώδεκα καὶ αὕτη ἀπέθνῃσκεν. Ἐν δὲ τῷ ὑπάγειν αὐτὸν οἱ ὄχλοι συνέπνιγον αὐτόν. 

43 καὶ γυνὴ οὖσα ἐν ῥύσει αἵματος ἀπὸ ἐτῶν δώδεκα, ἥτις ἰατροῖς προσαναλώσασα ὅλον τὸν βίον οὐκ ἴσχυσεν ὑπ' οὐδενὸς θεραπευθῆναι, 

44 προσελθοῦσα ὄπισθεν ἥψατο τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ, καὶ παραχρῆμα ἔστη ἡ ῥύσις τοῦ αἵματος αὐτῆς. 

45 καὶ εἶπεν ὁ Ἰησοῦς· Τίς ὁ ἁψάμενός μου; ἀρνουμένων δὲ πάντων εἶπεν ὁ Πέτρος καὶ οἱ σὺν αὐτῷ· Ἐπιστάτα, οἱ ὄχλοι συνέχουσί σε καὶ ἀποθλίβουσι καὶ λέγεις τίς ὁ ἁψάμενός μου; 

46 ὁ δὲ Ἰησοῦς εἶπεν· Ἥψατό μού τις· ἐγὼ γὰρ ἔγνων δύναμιν ἐξελθοῦσαν ἀπ' ἐμοῦ. 

47 ἰδοῦσα δὲ ἡ γυνὴ ὅτι οὐκ ἔλαθε, τρέμουσα ἦλθε καὶ προσπεσοῦσα αὐτῷ δι' ἣν αἰτίαν ἥψατο αὐτοῦ ἀπήγγειλεν αὐτῷ ἐνώπιον παντὸς τοῦ λαοῦ, καὶ ὡς ἰάθη παραχρῆμα. 

48 ὁ δὲ εἶπεν αὐτῇ· Θάρσει, θύγατερ, ἡ πίστις σου σέσωκέ σε· πορεύου εἰς εἰρήνην. 

49 Ἔτι αὐτοῦ λαλοῦντος ἔρχεταί τις παρὰ τοῦ ἀρχισυναγώγου λέγων αὐτῷ ὅτι Τέθνηκεν ἡ θυγάτηρ σου· μὴ σκύλλε τὸν διδάσκαλον. 

50 ὁ δὲ Ἰησοῦς ἀκούσας ἀπεκρίθη αὐτῷ λέγων· Μὴ φοβοῦ· μόνον πίστευε, καὶ σωθήσεται. 

51 ἐλθὼν δὲ εἰς τὴν οἰκίαν οὐκ ἀφῆκεν εἰσελθεῖν οὐδένα εἰ μὴ Πέτρον καὶ Ἰωάννην καὶ Ἰάκωβον καὶ τὸν πατέρα τῆς παιδὸς καὶ τὴν μητέρα. 

52 ἔκλαιον δὲ πάντες καὶ ἐκόπτοντο αὐτήν. ὁ δὲ εἶπε· Μὴ κλαίετε· οὐκ ἀπέθανεν, ἀλλὰ καθεύδει. 

53 καὶ κατεγέλων αὐτοῦ, εἰδότες ὅτι ἀπέθανεν. 

54 αὐτὸς δὲ ἐκβαλὼν ἔξω πάντας καὶ κρατήσας τῆς χειρὸς αὐτῆς ἐφώνησε λέγων· Ἡ παῖς, ἐγείρου. 

55 καὶ ἐπέστρεψε τὸ πνεῦμα αὐτῆς, καὶ ἀνέστη παραχρῆμα, καὶ διέταξεν αὐτῇ δοθῆναι φαγεῖν. 

56 καὶ ἐξέστησαν οἱ γονεῖς αὐτῆς· ὁ δὲ παρήγγειλεν αὐτοῖς μηδενὶ εἰπεῖν τὸ γεγονός.


Πηγές: Καινὴ Διαθήκη, σελ. 267-268 & myriobiblos.gr

Ἀνάλυση: ἐδῶ &  Ἀκρόαση: ἐδῶ 

Γιατί ἤλθαμε στὸν κόσμο;



Δὲν ἤλθαμε εἰς τὸν κόσμον αὐτὸν 
διὰ δόξες καὶ πλούτη καὶ ἡδονές· 
ἤλθαμε διὰ τὴν Βασιλεία τῶν Οὐρανῶν. 
Καὶ ἡ Βασιλεία τῶν Οὐρανῶν 
ἀνοίγεται εἰς τὶς ψυχὲς ποὺ ἡτοίμασαν 
τὴν στολὴν τῆς ψυχῆς αὐτῶν καὶ 
οἱ λαμπάδες αὐτῶν καίουν καὶ σκορποῦν 
τὸ κάλλος τῆς ἀρετῆς αὐτῶν, 
τὸ φῶς τοῦ Θεοῦ.

Μοναχὸς Μάρκελλος Καρακαλληνός 

Πηγή: Εὐώδη πνευματικὰ ἄνθη ἀπὸ τῆς Παναγίας τὸ Περιβόλι καὶ ἀρωματισμένοι στοχασμοὶ ἀπὸ τῆν αὔρα τῆς θείας χάριτος, Μοναχοῦ Μάρκελλου Καρακαλληνοῦ, «Ὀρθόδοξος Κυψέλη», σελ. 53.